Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.29.1-7.29.5

色雷斯雇佣兵对米卡莱索斯的奇袭与屠杀

第 750 段,共 917 段 · 希腊语

内容简介

由于财政困难,雅典人遣返了色雷斯雇佣兵,这些雇佣兵在迪伊特雷菲斯的率领下,在回程途中奇袭了波奥蒂亚的小城米卡莱索斯,并对包括学校儿童在内的居民进行了极其惨无人道的屠杀。

§7.29.1τοὺς οὖν Θρᾷκας τοὺς τῷ Δημοσθένει ὑστερήσαντας διὰ τὴν παροῦσαν ἀπορίαν τῶν χρημάτων οὐ βουλόμενοι δαπανᾶν εὐθὺς ἀπέπεμπον, προστάξαντες κομίσαι αὐτοὺς Διειτρέφει, καὶ εἰπόντες ἅμα ἐν τῷ παράπλῳ (ἐπορεύοντο γὰρ δι’ Εὐρίπου) καὶ τοὺς πολεμίους, ἤν τι δύνηται, ἀπ’ αὐτῶν βλάψαι.
因此,由于当前的资金短缺,雅典人不愿在那些未能及时赶上德摩斯梯尼的色雷斯人身上花费开支,便立即将他们送回,命令迪伊特雷菲斯护送他们,并嘱咐在沿航道行驶时(因为他们要取道尤里普斯海峡),如果有可能,利用他们给敌人造成伤害。
§7.29.2ὁ δὲ ἔς τε τὴν Τάναγραν ἀπεβίβασεν αὐτοὺς καὶ ἁρπαγήν τινα ἐποιήσατο διὰ τάχους καὶ ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀφ’ ἑσπέρας διέπλευσε τὸν Εὔριπον καὶ ἀποβιβάσας ἐς τὴν Βοιωτίαν ἦγεν αὐτοὺς ἐπὶ Μυκαλησσόν.
迪伊特雷菲斯让他们在塔纳格拉登陆,进行了一次迅速的劫掠,并在傍晚从优波亚的哈尔基斯渡过尤里普斯海峡,在波奥蒂亚让他们登陆,然后率领他们向米卡莱索斯进军。
§7.29.3καὶ τὴν μὲν νύκτα λαθὼν πρὸς τῷ Ἑρμαίῳ ηὐλίσατο (ἀπέχει δὲ τῆς Μυκαλησσοῦ ἑκκαίδεκα μάλιστα σταδίους), ἅμα δὲ τῇ ἡμέρᾳ τῇ πόλει προσέκειτο οὔσῃ οὐ μεγάλῃ, καὶ αἱρεῖ ἀφυλάκτοις τε ἐπιπεσὼν καὶ ἀπροσδοκήτοις μὴ ἄν ποτέ τινας σφίσιν ἀπὸ θαλάσσης τοσοῦτον ἐπαναβάντας ἐπιθέσθαι, τοῦ τείχους ἀσθενοῦς ὄντος καὶ ἔστιν ᾗ καὶ πεπτωκότος, τοῦ δὲ βραχέος ᾠκοδομημένου, καὶ πυλῶν ἅμα διὰ τὴν ἄδειαν ἀνεῳγμένων.
在夜间,他神不知鬼不觉地在赫尔麦翁附近露营(该地距离米卡莱索斯大约十六斯塔德),黎明时分,他向这座并不算大的城市发起进攻,并占领了它。 这是因为他袭击了毫无防备的人们,他们根本没有料到会有人从海边深入内陆这么远来袭击他们,因为城墙很脆弱,有些地方甚至已经坍塌,且修筑得矮小,同时由于麻痹大意,城门也是敞开的。
§7.29.4ἐσπεσόντες δὲ οἱ Θρᾷκες ἐς τὴν Μυκαλησσὸν τάς τε οἰκίας καὶ τὰ ἱερὰ ἐπόρθουν καὶ τοὺς ἀνθρώπους ἐφόνευον φειδόμενοι οὔτε πρεσβυτέρας οὔτε νεωτέρας ἡλικίας, ἀλλὰ πάντας ἑξῆς, ὅτῳ ἐντύχοιεν, καὶ παῖδας καὶ γυναῖκας κτείνοντες, καὶ προσέτι καὶ ὑποζύγια καὶ ὅσα ἄλλα ἔμψυχα ἴδοιεν·
色雷斯人闯入米卡莱索斯,洗劫房屋和神庙,屠杀居民,不论老幼,一概不予宽恕,而是将遇到的人依次杀害,包括妇女和儿童,甚至连役畜和他们看到的一切其他生灵也不放过。
τὸ γὰρ γένος τὸ τῶν Θρᾳκῶν ὁμοῖα τοῖς μάλιστα τοῦ βαρβαρικοῦ, ἐν ᾧ ἂν θαρσήσῃ, φονικώτατόν ἐστιν.
因为色雷斯这个民族与最残忍的蛮族相似,一旦得势,便极其嗜杀。
§7.29.5καὶ τότε ἄλλη τε ταραχὴ οὐκ ὀλίγη καὶ ἰδέα πᾶσα καθειστήκει ὀλέθρου, καὶ ἐπιπεσόντες διδασκαλείῳ παίδων, ὅπερ μέγιστον ἦν αὐτόθι καὶ ἄρτι ἔτυχον οἱ παῖδες ἐσεληλυθότες, κατέκοψαν πάντας·
当时城内陷入了极大的混乱,呈现出各种惨不忍睹的毁灭景象,他们甚至袭击了一所规模最大的儿童学校,孩子们恰好刚刚进去,结果他们把所有的孩子都砍杀殆尽。
καὶ ξυμφορὰ τῇ πόλει πάσῃ οὐδεμιᾶς ἥσσων μᾶλλον ἑτέρας ἀδόκητός τε ἐπέπεσεν αὕτη καὶ δεινή.
这起突如其来的可怕灾难降临到整个城市,其惨重程度绝不亚于任何其他灾难。

词汇与语法注释

  1. §7.29.1εἰπόντες ... βλάψαι — 分词 εἰπόντες(εἶπον 的不定过去时主动分词)在此处意为“命令、指示”,后接目的宾语不定式 βλάψαι,表示间接命令(“命令……造成伤害”)。
  2. §7.29.3λαθὼν ... ηὐλίσατο — 分词 λαθών(λανθάνω 的不定过去时主动分词)与主动词 ηὐλίσατο 连用,表示副词性意义,意为“神不知鬼不觉地露营”或“避开人眼露营”。
  3. §7.29.3ἀπροσδοκήτοις μὴ ἄν ποτέ τινας σφίσιν ἀπὸ θαλάσσης τοσοῦτον ἐπαναβάντας ἐπιθέσθαι — 依附于形容词 ἀπροσδοκήτοις(“意料之外的”)的不定式从句。ἄν 与不定式(ἐπιθέσθαι)的结合代表了间接引语中的潜在希求法(ἄν 配合希求法),意为“未曾料到会有人来袭击他们”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.29.1-7.29.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.29.1-7.29.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。