§7.19.1τοῦ δ’ ἐπιγιγνομένου ἦρος εὐθὺς ἀρχομένου πρωίτατα δὴ οἱ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι ἐς τὴν Ἀττικὴν ἐσέβαλον·
翌春が始まるとすぐに、極めて早い時期に、ラケダイモン人と同盟軍はアッティカに侵攻した。
ἡγεῖτο δὲ Ἆγις ὁ Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς.
率いたのはアルキダモスの息子でラケダイモン人の王であるアギスであった。
καὶ πρῶτον μὲν τῆς χώρας τὰ περὶ τὸ πεδίον ἐδῄωσαν, ἔπειτα Δεκέλειαν ἐτείχιζον, κατὰ πόλεις διελόμενοι τὸ ἔργον.
そしてまず、彼らはその地の平原周辺を荒らし、次いでデケレイアを要塞化したが、その工事は各都市に分割して割り振られた。
§7.19.2ἀπέχει δὲ ἡ Δεκέλεια σταδίους μάλιστα τῆς τῶν Ἀθηναίων πόλεως εἴκοσι καὶ ἑκατόν, παραπλήσιον δὲ καὶ οὐ πολλῷ πλέον καὶ ἀπὸ τῆς Βοιωτίας.
デケレイアは、アテナイ人の市からおよそ百二十スタディオン離れており、ボイオティアからもほぼ同じか、あるいはそれよりそれほど多くはない距離にある。
ἐπὶ δὲ τῷ πεδίῳ καὶ τῆς χώρας τοῖς κρατίστοις ἐς τὸ κακουργεῖν ᾠκοδομεῖτο τὸ τεῖχος, ἐπιφανὲς μέχρι τῆς τῶν Ἀθηναίων πόλεως.
その城塞は、害を与える目的で、平原に臨み、かつその地の最も重要な場所に、アテナイ人の市からも見渡せるように築かれた。
§7.19.3καὶ οἱ μὲν ἐν τῇ Ἀττικῇ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐτείχιζον, οἱ δ’ ἐν τῇ Πελοποννήσῳ ἀπέστελλον περὶ τὸν αὐτὸν χρόνον ταῖς ὁλκάσι τοὺς ὁπλίτας ἐς τὴν Σικελίαν, Λακεδαιμόνιοι μὲν τῶν τε Εἱλώτων ἐπιλεξάμενοι τοὺς βελτίστους καὶ τῶν νεοδαμωδῶν, ξυναμφοτέρων ἐς ἑξακοσίους ὁπλίτας,καὶ Ἔκκριτον Σπαρτιάτην ἄρχοντα, Βοιωτοὶ δὲ τριακοσίους ὁπλίτας, ὧν ἦρχον Ξένων τε καὶ Νίκων Θηβαῖοι καὶ Ἡγήσανδρος Θεσπιεύς.
アッティカにいるペロポネソス人と同盟軍が要塞を築く一方で、ペロポネソスにいる者たちは、ほぼ同じ時期に、商船に重装歩兵を乗せてシケリアへ送り出していた。 ラケダイモン人は、ヘイロテスの中から最も優秀な者たちと、ネオダモーデースの中から選び出した、両者合わせて約六百人の重装歩兵を送り出し、スパルタ人エックリトスを指揮官とした。 ボイオティア人は三百人の重装歩兵を送り、彼らを率いたのはテバイ人のクセノンとニコ、およびテスピアイ人のヘゲサンドロスであった。
§7.19.4οὗτοι μὲν οὖν ἐν τοῖς πρῶτοι ὁρμήσαντες ἀπὸ τοῦ Ταινάρου τῆς Λακωνικῆς ἐς τὸ πέλαγος ἀφῆκαν·
こうして彼らは真っ先に出発した者たちの中に加わり、ラコニケのタイナロン岬から外海へと出帆した。
μετὰ δὲ τούτους Κορίνθιοι οὐ πολλῷ ὕστερον πεντακοσίους ὁπλίτας, τοὺς μὲν ἐξ αὐτῆς Κορίνθου, τοὺς δὲ προσμισθωσάμενοι Ἀρκάδων, καὶ ἄρχοντα Ἀλέξαρχον Κορίνθιον προστάξαντες ἀπέπεμψαν.
彼らの後に続いてコリントス人は、それほど遅れることなく、五百人の重装歩兵(一部はコリントス自体から、一部はアルカディア人を傭兵として雇った者たち)を、コリントス人アレクサルコスを指揮官に任命して送り出した。
ἀπέστειλαν δὲ καὶ Σικυώνιοι διακοσίους ὁπλίτας ὁμοῦ τοῖς Κορινθίοις, ὧν ἦρχε Σαργεὺς Σικυώνιος.
シキュオン人もまた、コリントス人と同時に二百人の重装歩兵を送り、彼らを率いたのはシキュオン人サルゲウスであった。
§7.19.5αἱ δὲ πέντε καὶ εἴκοσι νῆες τῶν Κορινθίων αἱ τοῦ χειμῶνος πληρωθεῖσαι ἀνθώρμουν ταῖς ἐν τῇ Ναυπάκτῳ εἴκοσιν Ἀττικαῖς, ἕωσπερ αὐτοῖς οὗτοι οἱ ὁπλῖται ταῖς ὁλκάσιν ἀπὸ τῆς Πελοποννήσου ἀπῆραν·
他方、冬の間に人員を満載していたコリントス人の二十五隻の船は、これらの重装歩兵が商船でペロポネソスから出航するまで、ナウパクトスにあるアテナイの二十隻の船と対峙して停泊していた。
οὗπερ ἕνεκα καὶ τὸ πρῶτον ἐπληρώθησαν, ὅπως μὴ οἱ Ἀθηναῖοι πρὸς τὰς ὁλκάδας μᾶλλον ἢ πρὸς τὰς τριήρεις τὸν νοῦν ἔχωσιν.
まさにこの目的のためにこそ、彼らの船は最初に乗組員を満載されていたのであり、それはアテナイ人が商船よりも三段櫂船の方に注意を向けるようにするためであった。