§6.93.1ὁ μὲν Ἀλκιβιάδης τοσαῦτα εἶπεν, οἱ δὲ Λακεδαιμόνιοι διανοούμενοι μὲν καὶ αὐτοὶ πρότερον στρατεύειν ἐπὶ τὰς Ἀθήνας, μέλλοντες δ’ ἔτι καὶ περιορώμενοι, πολλῷ μᾶλλον ἐπερρώσθησαν διδάξαντος ταῦτα ἕκαστα αὐτοῦ καὶ νομίσαντες παρὰ τοῦ σαφέστατα εἰδότος ἀκηκοέναι·
アルキビアデスはこれほど多くのことを語った。 一方、ラケダイモン人たちは、彼ら自身も以前からアテナイに対して遠征することを考えてはいたものの、依然として躊躇し様子をうかがっていたが、彼がこれら一つ一つのことを教え、また事情を最もよく知っている者から話を聞いたのだと確信したことによって、はるかに強く鼓舞された。
§6.93.2ὥστε τῇ ἐπιτειχίσει τῆς Δεκελείας προσεῖχον ἤδη τὸν νοῦν καὶ τὸ παραυτίκα καὶ τοῖς ἐν τῇ Σικελίᾳ πέμπειν τινὰ τιμωρίαν.
そのため彼らは、すでにデケレイアの要塞化に注視し、当面のこととしても、またシケリアにいる者たちに何らかの援助を送ることにも心を向けた。
καὶ Γύλιππον τὸν Κλεανδρίδου προστάξαντες ἄρχοντα τοῖς Συρακοσίοις ἐκέλευον μετ’ ἐκείνων καὶ τῶν Κορινθίων βουλευόμενον ποιεῖν ὅπῃ ἐκ τῶν παρόντων μάλιστα καὶ τάχιστά τις ὠφελία ἥξει τοῖς ἐκεῖ.
そしてクレアンドリダスの息子ギュリッポスをシラクサ人の指揮官に任命し、彼らおよびコリントス人たちと相談して、現状からして最も効果的かつ最も迅速に、何らかの救援があちらの者たちに届く方法を講じるよう命じた。
§6.93.3ὁ δὲ δύο μὲν ναῦς τοὺς Κορινθίους ἤδη ἐκέλευέν οἱ πέμπειν ἐς Ἀσίνην, τὰς δὲ λοιπὰς παρασκευάζεσθαι ὅσας διανοοῦνται πέμπειν καί, ὅταν καιρὸς ᾖ, ἑτοίμας εἶναι πλεῖν.
彼は、コリントス人たちに、まずは2隻の船をアシネの彼のもとへ送るよう求め、残りの船については、彼らが送る予定の数だけ準備を整え、好機が来ればいつでも出航できるようにしておくよう命じた。
ταῦτα δὲ ξυνθέμενοι ἀνεχώρουν ἐκ τῆς Λακεδαίμονος.
そして彼らはこれらを合意して、ラケダイモンから出発した。
§6.93.4ἀφίκετο δὲ καὶ ἡ ἐκ τῆς Σικελίας τριήρης τῶν Ἀθηναίων, ἣν ἀπέστειλαν οἱ στρατηγοὶ ἐπί τε χρήματα καὶ ἱππέας.
また、シケリアからのアテナイの三段櫂船も到着した。 それは将軍たちが資金と騎兵を求めて派遣したものであった。
καὶ οἱ Ἀθηναῖοι ἀκούσαντες ἐψηφίσαντο τήν τε τροφὴν πέμπειν τῇ στρατιᾷ καὶ τοὺς ἱππέας.
アテナイ人たちはこれを聞いて、遠征軍に維持費と騎兵を送ることを決議した。
καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ ἕβδομον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
こうして冬が終わり、トゥキュディデスが記録したこの戦争の第17年が幕を閉じた。