§6.78.1καὶ εἴ τῳ ἄρα παρέστηκε τὸν μὲν Συρακόσιον, ἑαυτὸν δ’ οὒ πολέμιον εἶναι τῷ Ἀθηναίῳ, καὶ δεινὸν ἡγεῖται ὑπέρ γε τῆς ἐμῆς κινδυνεύειν, ἐνθυμηθήτω οὐ περὶ τῆς ἐμῆς μᾶλλον, ἐν ἴσῳ δὲ καὶ τῆς ἑαυτοῦ ἅμα ἐν τῇ ἐμῇ μαχούμενος, τοσούτῳ δὲ καὶ ἀσφαλέστερον ὅσῳ οὐ προδιεφθαρμένου ἐμοῦ, ἔχων δὲ ξύμμαχον ἐμὲ καὶ οὐκ ἐρῆμος ἀγωνιεῖται· τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι, τῇ δ’ ἐμῇ προφάσει τὴν ἐκείνου φιλίαν οὐχ ἧσσον βεβαιώσασθαι βούλεσθαι. §6.78.2εἴ τέ τις φθονεῖ μὲν ἢ καὶ φοβεῖται (ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω) διὰ δὲ αὐτὰ τὰς Συρακούσας κακωθῆναι μὲν ἵνα σωφρονισθῶμεν βούλεται, περιγενέσθαι δὲ ἕνεκα τῆς αὑτοῦ ἀσφαλείας, οὐκ ἀνθρωπίνης δυνάμεως βούλησιν ἐλπίζει· οὐ γὰρ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ὁμοίως ταμίαν γενέσθαι. §6.78.3καὶ εἰ γνώμῃ ἁμάρτοι, τοῖς αὑτοῦ κακοῖς ὀλοφυρθεὶς τάχ’ ἂν ἴσως καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτὲ βουληθείη αὖθις φθονῆσαι. ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων, ἐθελήσαντι προσλαβεῖν· λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις, ἔργῳ δὲ τὴν αὑτοῦ σωτηρίαν. §6.78.4καὶ μάλιστα εἰκὸς ἦν ὑμᾶς, ὦ Καμαριναῖοι, ὁμόρους ὄντας καὶ τὰ δεύτερα κινδυνεύσοντας προορᾶσθαι αὐτὰ καὶ μὴ μαλακῶς ὥσπερ νῦν ξυμμαχεῖν, αὐτοὺς δὲ πρὸς ἡμᾶς μᾶλλον ἰόντας, ἅπερ ἂν εἰ ἐς τὴν Καμαριναίαν πρῶτον ἀφίκοντο οἱ Ἀθηναῖοι δεόμενοι ἂν ἐπεκαλεῖσθε, ταῦτα ἐκ τοῦ ὁμοίου καὶ νῦν παρακελευομένους ὅπως μηδὲν ἐνδώσομεν φαίνεσθαι. ἀλλ’ οὔθ᾽ ὑμεῖς νῦν γέ πω οὔθ’ οἱ ἄλλοι ἐπὶ ταῦτα ὥρμησθε.
そして、もし「シラクサ人はアテネ人の敵であるが、自分はそうではない」と考え、私の領土のために危険を冒すことを恐ろしいことと思う者がいるならば、その者は次のことを熟考すべきです。すなわち、私の領土で戦うとき、彼は私の領土のためだけではなく、同時に私の領土において自分自身の領土のためにも同様に戦うのであり、私が先に滅ぼされない限り、私という同盟者を得て孤立せずに戦うことができる分だけ、それだけ安全であるということを。また、アテネ人はシラクサ人に対する敵意を懲らしめたいのではなく、私を口実にして、その者(自分)の友情をそれと同じくらい確実に手に入れたいと望んでいるのだということを。また、もし誰かが(大国に対してはこれら二つの感情、すなわち羨望と恐れの双方が生じるものですが)羨んだり恐れたりして、そのために我々が反省するようにシラクサが打撃を被ることを望みながらも、自分自身の安全のために我々が生き残ることを望むならば、その者は人間の能力を超えた願望を抱いているのです。なぜなら、同一の人間が自分の欲望と運命を同時に同じように支配することはできないからです。そして、もしその者が判断を誤り、自分自身の不幸を嘆くことになれば、おそらくいつの日か、再び私の繁栄を羨みたいと望むようになるかもしれません。しかし、我々を見捨てて、言葉の上だけでなく実際の行動において、同じ危険を共に引き受けようとしない者が、自分自身の安全を確保することは不可能です。なぜなら、言葉の上では我々の力を救うことになるかもしれませんが、実際には自分自身の安全を救うことになるからです。カマリナの人々よ、隣国であり、次に危険に直面する立場にある皆さんこそ、こうした状況を予見し、今のように生ぬるい同盟を結ぶのではなく、自ら進んで我々のもとへもっと積極的にやって来るべきでした。そして、もしアテネ人が最初にカマリナの領土に押し寄せていたならば、皆さんが哀願して我々に求めたであろうまさにそのことを、今度は皆さんが同じ立場で我々に勧め、我々が何ものにも屈しないように励ます姿を示すべきだったのです。しかし、皆さんも、そして他の人々も、まだ今のところはこれに向けて立ち上がってはいません。