Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.78.1-6.78.4

中立的危险与对喀马里纳的结盟呼吁

第 694 段,共 917 段 · 希腊语

内容简介

赫尔莫克拉底指出,雅典对叙拉古的入侵同样威胁到其他国家(如喀马里纳)的安全,警告因嫉妒或恐惧而保持中立的危险性,并敦促喀马里纳人积极参与联合抵抗。

§6.78.1καὶ εἴ τῳ ἄρα παρέστηκε τὸν μὲν Συρακόσιον, ἑαυτὸν δ’ οὒ πολέμιον εἶναι τῷ Ἀθηναίῳ, καὶ δεινὸν ἡγεῖται ὑπέρ γε τῆς ἐμῆς κινδυνεύειν, ἐνθυμηθήτω οὐ περὶ τῆς ἐμῆς μᾶλλον, ἐν ἴσῳ δὲ καὶ τῆς ἑαυτοῦ ἅμα ἐν τῇ ἐμῇ μαχούμενος, τοσούτῳ δὲ καὶ ἀσφαλέστερον ὅσῳ οὐ προδιεφθαρμένου ἐμοῦ, ἔχων δὲ ξύμμαχον ἐμὲ καὶ οὐκ ἐρῆμος ἀγωνιεῖται·
\n如果有人真的认为,叙拉古人是雅典人的敌人,而他自己却不是,并觉得为我的土地冒险是件可怕的事,那么他应当好好想想:在我的土地上战斗时,他不仅是在为我的土地奋斗,同时也是在同样地为他自己的土地奋斗;而且由于我没有先被消灭,他拥有我作为盟友而不至于孤立无援地战斗,这要安全得多。
τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι, τῇ δ’ ἐμῇ προφάσει τὴν ἐκείνου φιλίαν οὐχ ἧσσον βεβαιώσασθαι βούλεσθαι.
他还应当想到,雅典人并非想要惩罚叙拉古人的敌意,而是想以我为借口,同样牢固地确立那个人(他自己)的友谊。
§6.78.2εἴ τέ τις φθονεῖ μὲν ἢ καὶ φοβεῖται (ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω) διὰ δὲ αὐτὰ τὰς Συρακούσας κακωθῆναι μὲν ἵνα σωφρονισθῶμεν βούλεται, περιγενέσθαι δὲ ἕνεκα τῆς αὑτοῦ ἀσφαλείας, οὐκ ἀνθρωπίνης δυνάμεως βούλησιν ἐλπίζει· οὐ γὰρ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ὁμοίως ταμίαν γενέσθαι.
\n\n如果有人出于嫉妒或恐惧(因为大国往往同时怀有这两种情感),并因这些原因希望叙拉古遭受挫折以使我们受到教训,但同时又为了他自身的安全而希望我们幸存,那么他所期盘的乃是超出人类力量的愿望;因为同一个人不可能同样支配自己的欲望和命运。
§6.78.3καὶ εἰ γνώμῃ ἁμάρτοι, τοῖς αὑτοῦ κακοῖς ὀλοφυρθεὶς τάχ’ ἂν ἴσως καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτὲ βουληθείη αὖθις φθονῆσαι.
\n\n如果他判断失误,在哀叹自己的不幸时,也许有一天甚至会希望重新嫉妒我的繁荣。
ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων, ἐθελήσαντι προσλαβεῖν· λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις, ἔργῳ δὲ τὴν αὑτοῦ σωτηρίαν.
但是,对于一个抛弃了我们、不愿在实际上而非名义上共同承担相同危险的人来说,要想确保自己的安全是不可能的;因为在口头上,人们可能是在拯救我们的力量,但在行动上,他却是在拯救他自己的安全。
§6.78.4καὶ μάλιστα εἰκὸς ἦν ὑμᾶς, ὦ Καμαριναῖοι, ὁμόρους ὄντας καὶ τὰ δεύτερα κινδυνεύσοντας προορᾶσθαι αὐτὰ καὶ μὴ μαλακῶς ὥσπερ νῦν ξυμμαχεῖν, αὐτοὺς δὲ πρὸς ἡμᾶς μᾶλλον ἰόντας, ἅπερ ἂν εἰ ἐς τὴν Καμαριναίαν πρῶτον ἀφίκοντο οἱ Ἀθηναῖοι δεόμενοι ἂν ἐπεκαλεῖσθε, ταῦτα ἐκ τοῦ ὁμοίου καὶ νῦν παρακελευομένους ὅπως μηδὲν ἐνδώσομεν φαίνεσθαι.
\n\n喀马里纳人啊,作为邻国且是下一个面临危险的人,你们尤其应当预见到这一点,而不应像现在这样软弱地结盟,而应当亲自更积极地来到我们这里。 如果雅典人首先侵入喀马里纳的领土,你们本会恳求并呼吁我们提供援助,现在你们本该以同样的立场用这些话来勉励我们,表明我们绝不向敌人屈服。
ἀλλ’ οὔθ᾽ ὑμεῖς νῦν γέ πω οὔθ’ οἱ ἄλλοι ἐπὶ ταῦτα ὥρμησθε.
然而,无论你们还是其他人,至少到目前为止,都还没有朝这个方向努力。

词汇与语法注释

  1. 6.78.1εἴ τῳ ἄρα παρέστηκε — παρέστηκε 为无人称用法,与 τῳ(不定代词 τις 的与格)连用,表示“某人心中产生……念头”。其具体内容由随后的带冠词对格不定式从句(τὸν μὲν Συρακόσιον... ἑαυτὸν δ' οὐ... πολέμιον εἶναι)表示。
  2. 6.78.1τὴν ἐκείνου φιλίαν — 指示代词 ἐκείνου 在上下文中既不指主句的主语雅典人,也不指前面的叙拉古人(Συρακόσιος),而是指条件从句 εἴ τῳ(“如果有人……”)所暗示的第三者,即那些认为自己不是雅典人敌人的人(如喀马里纳人)。
  3. 6.78.2οὐκ ἀνθρωπίνης δυνάμεως βούλησιν — 属格 ἀνθρωπίνης δυνάμεως 是性质属格或表示范围的属格,意为“不在人类能力范围之内的愿望”。
  4. 6.78.3ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων, ἐθελήσαντι προσλαβεῖν — 结合上下文,这里省略了作为 ἀδύνατον(是不可能的)补足成分的宾语,如“确保自身安全”(τὴν σωτηρίαν 或 τὸ σῴζεσθαι)。逻辑主语是与格分词 προεμένῳ(抛弃者)和 μὴ... ἐθελήσαντι(不愿承担相同危险者)。其逻辑结构为:“对于一个抛弃了我们、且不愿在实际上承担相同危险的人来说,(确保自身安全)是不可能的。”
  5. 6.78.4ἅπερ ἂν εἰ ἐς τὴν Καμαριναίαν πρῶτον ἀφίκοντο οἱ Ἀθηναῖοι δεόμενοι ἂν ἐπεκαλεῖσθε — 这是一个过去违实条件句(εἰ + 直陈式过去时 ἀφίκοντο,主句为直陈式未完成过去时 ἐπεκαλεῖσθε + ἂν)。语气词 ἂν 重复出现,分别置于关系代词 ἅπερ 之后和动词前的分词 δεόμενοι 之后,用以强调主句的条件虚拟语气。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.78.1-6.78.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.78.1-6.78.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。