§6.69.1ὁ μὲν Νικίας τοιαῦτα παρακελευσάμενος ἐπῆγε τὸ στρατόπεδον εὐθύς.
ニキアスはこのように激励したのち、直ちに軍を進めた。
οἱ δὲ Συρακόσιοι ἀπροσδόκητοι μὲν ἐν τῷ καιρῷ τούτῳ ἦσαν ὡς ἤδη μαχούμενοι, καί τινες αὐτοῖς ἐγγὺς τῆς πόλεως οὔσης καὶ ἀπεληλύθεσαν·
他方、シラクサ人たちは、この時点でまさか今すぐ戦うことになるとは予期しておらず、都市が近かったこともあって、一部の者はすでに立ち去ってさえいた。
οἱ δὲ καὶ διὰ σπουδῆς προσβοηθοῦντες δρόμῳ ὑστέριζον μέν, ὡς δὲ ἕκαστός πῃ τοῖς πλέοσι προσμείξειε καθίσταντο.
急いで駆けつけ、走って加わろうとした者たちも、遅れをとってはいたが、それぞれが本隊のどこかに合流するや、持ち場についた。
οὐ γὰρ δὴ προθυμίᾳ ἐλλιπεῖς ἦσαν οὐδὲ τόλμῃ οὔτ’ ἐν ταύτῃ τῇ μάχῃ οὔτ’ ἐν ταῖς ἄλλαις, ἀλλὰ τῇ μὲν ἀνδρείᾳ οὐχ ἥσσους ἐς ὅσον ἡ ἐπιστήμη ἀντέχοι, τῷ δὲ ἐλλείποντι αὐτῆς καὶ τὴν βούλησιν ἄκοντες προυδίδοσαν.
というのも、彼らはこの戦闘においても、他の戦闘においても、熱意や大胆さに欠けていたわけでは決してなく、勇気においては、軍事技術が持ちこたえる限りにおいては劣っていなかったが、その技術が不足していることによって、意欲までも意に反して裏切ることになっていたのである。
ὅμως δὲ οὐκ ἂν οἰόμενοι σφίσι τοὺς Ἀθηναίους προτέρους ἐπελθεῖν καὶ διὰ τάχους ἀναγκαζόμενοι ἀμύνασθαι, ἀναλαβόντες τὰ ὅπλα εὐθὺς ἀντεπῇσαν.
それでも、アテナイ人が自分たちを先制攻撃してくるとは思っていなかったこと、また急遽防戦することを余儀なくされたことから、武器を取って直ちに応戦した。
§6.69.2καὶ πρῶτον μὲν αὐτῶν ἑκατέρων οἵ τε λιθοβόλοι καὶ σφενδονῆται καὶ τοξόται προυμάχοντο καὶ τροπὰς οἵας εἰκὸς ψιλοὺς ἀλλήλων ἐποίουν·
アンドまず、両軍の投石兵、スリング兵、弓兵たちが前哨戦を行い、軽装兵同士でよくあるような、互いを敗走させる小競り合いを繰り起こした。
ἔπειτα δὲ μάντεις τε σφάγια προύφερον τὰ νομιζόμενα καὶ σαλπιγκταὶ ξύνοδον ἐπώτρυνον τοῖς ὁπλίταις,
次いで、予言者たちが慣例の生け贄を前に差し出し、喇叭手たちが重装歩兵たちに突撃を促した。
§6.69.3οἱ δ’ ἐχώρουν, Συρακόσιοι μὲν περί τε πατρίδος μαχούμενοι καὶ τῆς ἰδίας ἕκαστος τὸ μὲν αὐτίκα σωτηρίας, τὸ δὲ μέλλον ἐλευθερίας, τῶν δ’ ἐναντίων Ἀθηναῖοι μὲν περί τε τῆς ἀλλοτρίας οἰκείαν σχεῖν καὶ τὴν οἰκείαν μὴ βλάψαι ἡσσώμενοι, Ἀργεῖοι δὲ καὶ τῶν ξυμμάχων οἱ αὐτόνομοι ξυγκτήσασθαί τε ἐκείνοις ἐφ’ ἃ ἦλθον καὶ τὴν ὑπάρχουσαν σφίσι πατρίδα νικήσαντες πάλιν ἐπιδεῖν· τὸ δ’ ὑπήκοον τῶν ξυμμάχων μέγιστον μὲν περὶ τῆς αὐτίκα ἀνελπίστου σωτηρίας, ἢν μὴ κρατῶσι, τὸ πρόθυμον εἶχον, ἔπειτα δὲ ἐν παρέργῳ καὶ εἴ τι ἄλλο ξυγκαταστρεψαμένοις ῥᾷον αὐτοῖς ὑπακούσεται.
そして彼らは前進した。 シラクサ人は、祖国のために、また各人が自分自身の、短期的には生存のために、長期的には自由のために戦おうとしており、対する敵側のうち、アテナイ人は、他国の地を手に入れて自国のものとし、敗北して自国を損なうことのないようにするために、アルゴス人と同盟軍のうち自治を認められている者たちは、アテナイ人がそれを目指してやって来たものを彼らとともに獲得し、勝利を収めて自分たちの既存の祖国を再び見るために、そして、同盟軍のうち服属している者たちは、第一には、勝利しなければ望みのない、差し迫った生存のために強い熱意を抱いており、第二には、ついでながら、他国を共同で征服するのを手伝えば、自分たちの服従がより容易になるであろうと考えて、熱意を抱いていたのである。