§6.69.1ὁ μὲν Νικίας τοιαῦτα παρακελευσάμενος ἐπῆγε τὸ στρατόπεδον εὐθύς.
尼西阿斯做完如上的鼓舞后,立即率领军队前进。
οἱ δὲ Συρακόσιοι ἀπροσδόκητοι μὲν ἐν τῷ καιρῷ τούτῳ ἦσαν ὡς ἤδη μαχούμενοι, καί τινες αὐτοῖς ἐγγὺς τῆς πόλεως οὔσης καὶ ἀπεληλύθεσαν· οἱ δὲ καὶ διὰ σπουδῆς προσβοηθοῦντες δρόμῳ ὑστέριζον μέν, ὡς δὲ ἕκαστός πῃ τοῖς πλέοσι προσμείξειε καθίσταντο.
另一方面,叙拉古人此时并没有预料到立刻就要交战,且因为城市就在附近,他们中的一些人甚至已经走开了;而那些急忙奔跑前来增援的人虽然迟到了,但一在某处与主力会合,就各自就位。
οὐ γὰρ δὴ προθυμίᾳ ἐλλιπεῖς ἦσαν οὐδὲ τόλμῃ οὔτ’ ἐν ταύτῃ τῇ μάχῃ οὔτ’ ἐν ταῖς ἄλλαις, ἀλλὰ τῇ μὲν ἀνδρείᾳ οὐχ ἥσσους ἐς ὅσον ἡ ἐπιστήμη ἀντέχοι, τῷ δὲ ἐλλείποντι αὐτῆς καὶ τὴν βούλησιν ἄκοντες προυδίδοσαν.
因为无论是在这场战斗中还是在其他战斗中,他们都绝不缺乏热情和勇气,但在勇气上,只要其军事技术能够支撑,他们就不亚于对手,然而由于缺乏技术,他们违背意愿地连同自己的决意也一并背弃了。
ὅμως δὲ οὐκ ἂν οἰόμενοι σφίσι τοὺς Ἀθηναίους προτέρους ἐπελθεῖν καὶ διὰ τάχους ἀναγκαζόμενοι ἀμύνασθαι, ἀναλαβόντες τὰ ὅπλα εὐθὺς ἀντεπῇσαν.
然而,由于他们万万没有料到雅典人会先向他们发起进攻,并且被迫仓促防守,他们拿起武器,立刻迎击。
§6.69.2καὶ πρῶτον μὲν αὐτῶν ἑκατέρων οἵ τε λιθοβόλοι καὶ σφενδονῆται καὶ τοξόται προυμάχοντο καὶ τροπὰς οἵας εἰκὸς ψιλοὺς ἀλλήλων ἐποίουν· ἔπειτα δὲ μάντεις τε σφάγια προύφερον τὰ νομιζόμενα καὶ σαλπιγκταὶ ξύνοδον ἐπώτρυνον τοῖς ὁπλίταις,
起初,双方的投石兵、投石器手和弓箭手在阵前交战,并像轻装部队之间通常发生的那样,使彼此交替败退;随后,预言家们抬出了惯例的生牺,喇叭手则催促重装步兵交锋,他们向前挺进。
§6.69.3οἱ δ’ ἐχώρουν, Συρακόσιοι μὲν περί τε πατρίδος μαχούμενοι καὶ τῆς ἰδίας ἕκαστος τὸ μὲν αὐτίκα σωτηρίας, τὸ δὲ μέλλον ἐλευθερίας, τῶν δ’ ἐναντίων Ἀθηναῖοι μὲν περί τε τῆς ἀλλοτρίας οἰκείαν σχεῖν καὶ τὴν οἰκείαν μὴ βλάψαι ἡσσώμενοι, Ἀργεῖοι δὲ καὶ τῶν ξυμμάχων οἱ αὐτόνομοι ξυγκτήσασθαί τε ἐκείνοις ἐφ’ ἃ ἦλθον καὶ τὴν ὑπάρχουσαν σφίσι πατρίδα νικήσαντες πάλιν ἐπιδεῖν· τὸ δ’ ὑπήκοον τῶν ξυμμάχων μέγιστον μὲν περὶ τῆς αὐτίκα ἀνελπίστου σωτηρίας, ἢν μὴ κρατῶσι, τὸ πρόθυμον εἶχον, ἔπειτα δὲ ἐν παρέργῳ καὶ εἴ τι ἄλλο ξυγκαταστρεψαμένοις ῥᾷον αὐτοῖς ὑπακούσεται.
叙拉古人是为了祖国而战,且每个人在眼前是为了自己的安全,在未来则是为了自由;而作为对手,雅典人是为了将他人的土地据为己有,且不因战败而损害自己的祖国;阿尔戈斯人和自治的盟友,则是为了与雅典人共同夺取他们为此而来的目标,并在获胜后得以重见自己现存的家园;至于服属的盟友,他们怀着极大的热意,首先是为了眼前迫切的、若不获胜便毫无希望的安全,其次,顺带也是因为,如果协助征服其他地方,他们对雅典的服从可能会变得更容易承受。