§6.63.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος εὐθὺς τὴν ἔφοδον οἱ Ἀθηναῖοι ἐπὶ Συρακούσας παρεσκευάζοντο, οἱ δὲ Συρακόσιοι καὶ αὐτοὶ ὡς ἐπ’ ἐκείνους ἰόντες.
続く冬が始まるとすぐに、アテナイ人はシラクサへの進撃を準備し、シラクサ人もまた自らアテナイ人に立ち向かって進むつもりで準備した。
§6.63.2ἐπειδὴ γὰρ αὐτοῖς πρὸς τὸν πρῶτον φόβον καὶ τὴν προσδοκίαν οἱ Ἀθηναῖοι οὐκ εὐθὺς ἐπέκειντο, κατά τε τὴν ἡμέραν ἑκάστην προϊοῦσαν ἀνεθάρσουν μᾶλλον καὶ ἐπειδὴ πλέοντές τε τὰ ἐπ’ ἐκεῖνα τῆς Σικελίας πολὺ ἀπὸ σφῶν ἐφαίνοντο καὶ πρὸς τὴν Ὕβλαν ἐλθόντες καὶ πειράσαντες οὐχ εἷλον βίᾳ, ἔτι πλέον κατεφρόνησαν καὶ ἠξίουν τοὺς στρατηγούς, οἷον δὴ ὄχλος φιλεῖ θαρσήσας ποιεῖν, ἄγειν σφᾶς ἐπὶ Κατάνην, ἐπειδὴ οὐκ ἐκεῖνοι ἐφ’ ἑαυτοὺς ἔρχονται.
というのも、最初の恐怖や予想に反してアテナイ人がすぐに攻め寄せてこなかったので、シラクサ人は日が経つにつれてむしろ自信を取り戻していき、さらに、アテナイ人がシケリアの向こうのほうへ航行して自分たちから遠く離れているように見え、またヒュブラに押し寄せて試みたものの力づくで攻略できなかったため、いっそう彼らを侮るようになり、自信を得た群衆が常にするように、あちらが自分たちに向かって来ない以上、自分たちをカタネへと率いていくよう将軍たちに要求したからである。
§6.63.3καὶ ἱππῆς προσελαύνοντες αἰεὶ κατάσκοποι τῶν Συρακοσίων πρὸς τὸ στράτευμα τῶν Ἀθηναίων ἐφύβριζον ἄλλα τε καὶ εἰ ξυνοικήσοντες σφίσιν αὐτοὶ μᾶλλον ἥκοιεν ἐν τῇ ἀλλοτρίᾳ ἢ Λεοντίνους ἐς τὴν οἰκείαν κατοικιοῦντες.
また、シラクサの騎兵たちが偵察としてアテナイの軍勢のところに絶えず乗り寄せては、「他人の土地で自分たちが我々(シラクサ人)と同居するためにやってきたのか、それともレオンティノイ人を彼らの故郷に再入植させるためにやってきたのか」などと様々な無礼な言葉を浴びせて挑発した。