§6.42.1οἱ δ’ Ἀθηναῖοι ἤδη ἐν τῇ Κερκύρᾳ αὐτοί τε καὶ οἱ ξύμμαχοι ἅπαντες ἦσαν.
一方、アテナイ人たちは、自身もすべての同盟軍もすでにケルキュラに到着していた。
καὶ πρῶτον μὲν ἐπεξέτασιν τοῦ στρατεύματος καὶ ξύνταξιν, ὥσπερ ἔμελλον ὁρμιεῖσθαί τε καὶ στρατοπεδεύεσθαι, οἱ στρατηγοὶ ἐποιήσαντο, καὶ τρία μέρη νείμαντες ἓν ἑκάστῳ ἐκλήρωσαν, ἵνα μήτε ἅμα πλέοντες ἀπορῶσιν ὕδατος καὶ λιμένων καὶ τῶν ἐπιτηδείων ἐν ταῖς καταγωγαῖς, πρός τε τἆλλα εὐκοσμότεροι καὶ ῥᾴους ἄρχειν ὦσι, κατὰ τέλη στρατηγῷ προστεταγμένοι·
そしてまず将軍たちは、自分たちが停泊し野営することになる隊形に従って、軍の点検と編成を行い、さらに軍を三つに分割して、各自に一つずつを抽選で割り当てた。 これは、一斉に航行することで、寄港地において水や港、また必要物資の不足に苦しむことがないようにするためであり、またその他の点でも、部隊ごとに一人の将軍に配属されることで、より規律正しく、かつ統率しやすくなるようにするためであった。
§6.42.2ἔπειτα δὲ προύπεμψαν καὶ ἐς τὴν Ἰταλίαν καὶ Σικελίαν τρεῖς ναῦς εἰσομένας αἵτινες σφᾶς τῶν πόλεων δέξονται.
次いで彼らは、イタリアとシケリアへ、諸都市のうちどれが自分たちを受け入れてくれるかを探るために3隻の船を先行して派遣した。
καὶ εἴρητο αὐταῖς προαπαντᾶν, ὅπως ἐπιστάμενοι καταπλέωσιν.
そして、本隊が事情を知った上で入港できるように、これら3隻の船には本隊を途中で出迎えるよう命じられていた。