§6.41.1τοιαῦτα δὲ Ἀθηναγόρας εἶπεν.
アテナゴラスはこのように語った。
τῶν δὲ στρατηγῶν εἷς ἀναστὰς ἄλλον μὲν οὐδένα ἔτι εἴασε παρελθεῖν, αὐτὸς δὲ πρὸς τὰ παρόντα ἔλεξε τοιάδε.
しかし、将軍たちのうちの一人が立ち上がり、もはや他の誰も発言のために前に出ることを許さず、自ら現在の状況に即して次のように述べた。
§6.41.2‘διαβολὰς μὲν οὐ σῶφρον οὔτε λέγειν τινὰς ἐς ἀλλήλους οὔτε τοὺς ἀκούοντας ἀποδέχεσθαι, πρὸς δὲ τὰ ἐσαγγελλόμενα μᾶλλον ὁρᾶν, ὅπως εἷς τε ἕκαστος καὶ ἡ ξύμπασα πόλις καλῶς τοὺς ἐπιόντας παρασκευασόμεθα ἀμύνεσθαι.
「互いに中傷を言い合うことも、聞く者がそれを受け入れることも、賢明なことではありません。 むしろ、もたらされた報告に目を向け、一人ひとりも、国家全体としても、攻めてくる者たちを撃退するよう、いかにして良く準備を整えるかに努めるべきです。
§6.41.3καὶ ἢν ἄρα μηδὲν δεήσῃ, οὐδεμία βλάβη τοῦ τε τὸ κοινὸν κοσμηθῆναι καὶ ἵπποις καὶ ὅπλοις §6.41.4καὶ τοῖς ἄλλοις οἷς ὁ πόλεμος ἀγάλλεται (τὴν δ’ ἐπιμέλειαν καὶ ἐξέτασιν αὐτῶν ἡμεῖς ἕξομεν), καὶ τῶν πρὸς τὰς πόλεις διαπομπῶν ἅμα ἔς τε κατασκοπὴν καὶ ἤν τι ἄλλο φαίνηται ἐπιτήδειον.
そして、たとえ(準備が)全く必要でなくなるとしても、国家が馬や武器によって、また、戦争がそれを誇りとする他のものによって共同の備えを整えることにも、何ら実害はありません(それらの管理と点検は我々が引き受けます)。 また同時に、偵察のため、あるいは何か他に有益と思われることのために、諸都市へ使節を派遣することについても、(何ら実害はありません)。
τὰ δὲ καὶ ἐπιμεμελήμεθα ἤδη, καὶ ὅτι ἂν αἰσθώμεθα ἐς ὑμᾶς οἴσομεν.
ある事柄については我々はすでに手配しており、我々が察知したことは何であれ、あなた方に報告するつもりです。
’ καὶ οἱ μὲν Συρακόσιοι τοσαῦτα εἰπόντος τοῦ στρατηγοῦ διελύθησαν ἐκ τοῦ ξυλλόγου.
」将軍がこれだけのことを述べると、シラクサの人々は民会を解散した。