§6.32.1ἐπειδὴ δὲ αἱ νῆες πλήρεις ἦσαν καὶ ἐσέκειτο πάντα ἤδη ὅσα ἔχοντες ἔμελλον ἀνάξεσθαι, τῇ μὲν σάλπιγγι σιωπὴ ὑπεσημάνθη, εὐχὰς δὲ τὰς νομιζομένας πρὸ τῆς ἀναγωγῆς οὐ κατὰ ναῦν ἑκάστην, ξύμπαντες δὲ ὑπὸ κήρυκος ἐποιοῦντο, κρατῆράς τε κεράσαντες παρ’ ἅπαν τὸ στράτευμα καὶ ἐκπώμασι χρυσοῖς τε καὶ ἀργυροῖς οἵ τε ἐπιβάται καὶ οἱ ἄρχοντες σπένδοντες.
そして船が満杯になり、航海のために携えていく予定のすべてのものがすでに船内に積み込まれると、喇叭(らっぱ)によって沈黙が告げられた。 そして、船出の前に慣例となっている祈りを、船ごとに行うのではなく、全員が伝令の主導のもとで一斉に捧げた。 軍全体で混和器(クラテール)に酒を混ぜ合わせ、乗船戦闘員(エピバタイ)や指揮官たちが、金や銀の杯から献酒(スポンデー)を捧げながら。
§6.32.2ξυνεπηύχοντο δὲ καὶ ὁ ἄλλος ὅμιλος ὁ ἐκ τῆς γῆς τῶν τε πολιτῶν καὶ εἴ τις ἄλλος εὔνους παρῆν σφίσιν.
また、陸上にいたその他の群衆、すなわち市民たちや、そこに居合わせた彼らに好意的なその他の人々も共に祈りを捧げた。
παιανίσαντες δὲ καὶ τελεώσαντες τὰς σπονδὰς ἀνήγοντο, καὶ ἐπὶ κέρως τὸ πρῶτον ἐκπλεύσαντες ἅμιλλαν ἤδη μέχρι Αἰγίνης ἐποιοῦντο.
そしてペーアン(讃歌)を歌い、献酒の儀式を終えると、彼らは出航し、最初は一列縦隊で進み、やがてアイギナまでは(速さを競う)競争を行った。
καὶ οἱ μὲν ἐς τὴν Κέρκυραν, ἔνθαπερ καὶ τὸ ἄλλο στράτευμα τῶν ξυμμάχων ξυνελέγετο, ἠπείγοντο ἀφικέσθαι.
こうして彼らは、同盟軍の残りの部隊が集結しつつあったケルキュラへと、先を争って向かった。
§6.32.3ἐς δὲ τὰς Συρακούσας ἠγγέλλετο μὲν πολλαχόθεν τὰ περὶ τοῦ ἐπίπλου, οὐ μέντοι ἐπιστεύετο ἐπὶ πολὺν χρόνον οὐδέν, ἀλλὰ καὶ γενομένης ἐκκλησίας ἐλέχθησαν τοιοίδε λόγοι ἀπό τε ἄλλων, τῶν μὲν πιστευόντων τὰ περὶ τῆς στρατείας τῆς τῶν Ἀθηναίων, τῶν δὲ τὰ ἐναντία λεγόντων, καὶ Ἑρμοκράτης ὁ Ἕρμωνος παρελθὼν αὐτοῖς, ὡς σαφῶς οἰόμενος εἰδέναι τὰ περὶ αὐτῶν, ἔλεγε καὶ παρῄνει τοιάδε.
一方シラクサには、遠征軍の来襲に関する情報が多方面から告げられていたが、長い間、何一つ信じられなかった。 しかし、民会が開かれた際にも、一方ではアテナイの遠征に関する知らせを信じる人々、他方ではその反対を主張する人々など、様々な人々から以下のような弁論が行われた。 そしてヘルモンの子ヘルモクラテスが彼らの前に進み出て、その件について自分ははっきりと知っていると考え、次のように語り、勧告した。