Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §6.31.1-6.31.6

シケリア遠征軍の壮麗さと市民の見送り

647 / 917 箇所 · ギリシア語

要旨

シケリア遠征軍の出港に際し、見送るアテナイ市民の心理と、前例のない規模と莫大な費用・装備を誇る艦隊の壮麗な様子が描かれる。

§6.31.1καὶ ἐν τῷ παρόντι καιρῷ, ὡς ἤδη ἔμελλον μετὰ κινδύνων ἀλλήλους ἀπολιπεῖν, μᾶλλον αὐτοὺς ἐσῄει τὰ δεινὰ ἢ ὅτε ἐψηφίζοντο πλεῖν·
そして、この今まさに直面している時に至り、すでに危険を伴って互いに別れようとする段になって、航海を議決した時よりも、恐ろしい事態の数々がよりいっそう彼らの胸に去来した。
ὅμως δὲ τῇ παρούσῃ ῥώμῃ, διὰ τὸ πλῆθος ἑκάστων ὧν ἑώρων, τῇ ὄψει ἀνεθάρσουν.
しかしそれでも、目の前にある力強さ、すなわち自分たちが見ているそれぞれのものの数の多さのゆえに、その光景によって彼らは勇気を取り戻した。
οἱ δὲ ξένοι καὶ ὁ ἄλλος ὄχλος κατὰ θέαν ἧκεν ὡς ἐπ’ ἀξιόχρεων καὶ ἄπιστον διάνοιαν.
また外国人やその他の群衆は、信じがたいほど壮大な計画を見届けるためにやって来ていた。
παρασκευὴ γὰρ αὕτη πρώτη ἐκπλεύσασα μιᾶς πόλεως δυνάμει Ἑλληνικῇ πολυτελεστάτη δὴ καὶ εὐπρεπεστάτη τῶν ἐς ἐκεῖνον τὸν χρόνον ἐγένετο.
というのも、単一の都市によるギリシアの戦力として出航したこの遠征軍は、それまでの時代において、じつに最も多額の費用をかけ、最も見事な外観を整えたものであったからである。
§6.31.2ἀριθμῷ δὲ νεῶν καὶ ὁπλιτῶν καὶ ἡ ἐς Ἐπίδαυρον μετὰ Περικλέους καὶ ἡ αὐτὴ ἐς Ποτείδαιαν μετὰ Ἅγνωνος οὐκ ἐλάσσων ἦν·
船や重装歩兵の数に関して言えば、ペリクレス率いるエピダウロスへの遠征や、ハグノン率いる同じくポテイダイアへの遠征もこれに劣るものではなかった。
τετράκις γὰρ χίλιοι ὁπλῖται αὐτῶν Ἀθηναίων καὶ τριακόσιοι ἱππῆς καὶ τριήρεις ἑκατόν, καὶ Λεσβίων καὶ Χίων πεντήκοντα, καὶ ξύμμαχοι ἔτι πολλοὶ ξυνέπλευσαν.
なぜなら、アテナイ人自体の重装歩兵四千、騎兵三百、三段櫂船百隻に加え、レスボス人とキオス人の船五十隻、さらに多くの同盟者が共に航海したからである。
§6.31.3ἀλλὰ ἐπί τε βραχεῖ πλῷ ὡρμήθησαν καὶ παρασκευῇ φαύλῃ, οὗτος δὲ ὁ στόλος ὡς χρόνιός τε ἐσόμενος καὶ κατ’ ἀμφότερα, οὗ ἂν δέῃ, καὶ ναυσὶ καὶ πεζῷ ἅμα ἐξαρτυθείς, τὸ μὲν ναυτικὸν μεγάλαις δαπάναις τῶν τε τριηράρχων καὶ τῆς πόλεως ἐκπονηθέν, τοῦ μὲν δημοσίου δραχμὴν τῆς ἡμέρας τῷ ναύτῃ ἑκάστῳ διδόντος καὶ ναῦς παρασχόντος κενὰς ἑξήκοντα μὲν ταχείας, τεσσαράκοντα δὲ ὁπλιταγωγοὺς καὶ ὑπηρεσίας ταύταις τὰς κρατίστας, τῶν 〈δὲ〉 τριηράρχων ἐπιφοράς τε πρὸς τῷ ἐκ δημοσίου μισθῷ διδόντων τοῖς θρανίταις τῶν ναυτῶν καὶ ταῖς ὑπηρεσίαις καὶ τἆλλα σημείοις καὶ κατασκευαῖς πολυτελέσι χρησαμένων,καὶ ἐς τὰ μακρότατα προθυμηθέντος ἑνὸς ἑκάστου ὅπως αὐτῷ τινὶ εὐπρεπείᾳ τε ἡ ναῦς μάλιστα προέξει καὶ τῷ ταχυναυτεῖν, τὸ δὲ πεζὸν καταλόγοις τε χρηστοῖς ἐκκριθὲν καὶ ὅπλων καὶ τῶν περὶ τὸ σῶμα σκευῶν μεγάλῃ σπουδῇ πρὸς ἀλλήλους ἁμιλληθέν.
しかし、それらの遠征は、短い航海と簡素な装備で出発したものであった。 これに対して、今回の遠征軍は、長期に及ぶことが予定され、必要とあらば艦隊と陸上部隊の両方で同時に戦えるよう、その双方を備えていた。 海軍力は、トリエラルコスたちと国家の莫大な費用によって入念に整備され、国庫からは乗組員一人につき一日一ドラクメの給与が支払われ、また非武装の船として快速船六十隻と重装歩兵輸送船四十隻、およびそれらに乗り組む最高水準の乗組員が提供され、他方でトリエラルコスたちは国庫からの給与に加えてスラーニテースたちやその他の乗組員に追加の手当を支払い、さらに船の紋章や豪華な装飾を施し、各自が、いかにして自分の船が外観の美しさと航行の速さにおいて最も優れるかに極限まで熱意を傾けた。 また陸上部隊も、入念な名簿作成によって選抜され、武器や身体の装備において多大な情熱をもって互いに競い合っていた。
§6.31.4ξυνέβη δὲ πρός τε σφᾶς αὐτοὺς ἅμα ἔριν γενέσθαι, ᾧ τις ἕκαστος προσετάχθη, καὶ ἐς τοὺς ἄλλους Ἕλληνας ἐπίδειξιν μᾶλλον εἰκασθῆναι τῆς δυνάμεως καὶ ἐξουσίας ἢ ἐπὶ πολεμίους παρασκευήν.
こうして、身内の間では、各自が任命された持ち場を巡って競争が生じると同時に、他のギリシア人に対しては、敵に対する防備というよりも、自国の威力と権勢の誇示であるかのように見なされることとなった。
§6.31.5εἰ γάρ τις ἐλογίσατο τήν τε τῆς πόλεως ἀνάλωσιν δημοσίαν καὶ τῶν στρατευομένων τὴν ἰδίαν, τῆς μὲν πόλεως ὅσα τε ἤδη προετετελέκει καὶ ἃ ἔχοντας τοὺς στρατηγοὺς ἀπέστελλε, τῶν δὲ ἰδιωτῶν ἅ τε περὶ τὸ σῶμά τις καὶ τριήραρχος ἐς τὴν ναῦν ἀνηλώκει καὶ ὅσα ἔτι ἔμελλεν ἀναλώσειν, χωρὶς δ’ ἃ εἰκὸς ἦν καὶ ἄνευ τοῦ ἐκ τοῦ δημοσίου μισθοῦ πάντα τινὰ παρασκευάσασθαι ἐφόδιον ὡς ἐπὶ χρόνιον στρατείαν, καὶ ὅσα ἐπὶ μεταβολῇ τις ἢ στρατιώτης ἢ ἔμπορος ἔχων ἔπλει, πολλὰ ἂν τάλαντα ηὑρέθη ἐκ τῆς πόλεως τὰ πάντα ἐξαγόμενα.
なぜなら、もし誰かが、国家による公の支出と従軍する者たちの私的な支出を計算したならば、すなわち、国家がすでに前払いした費用や、将軍たちに持たせて送り出した資金、個人が各自の装備に費やした額やトリエラルコスが自分の船に費やした額、そして今後さらに費やすはずの額、それに加えて、国庫からの給与以外に、各自が長期の遠征を見越して自活用の旅費として準備するのが当然であったもの、そして兵士であれ商人であれ交易の目的で携えて航海に臨んだ物資の総額を計算したならば、その合計として、極めて多くのタラントンが都市から運び出されていたことが判明したであろう。
§6.31.6καὶ ὁ στόλος οὐχ ἧσσον τόλμης τε θάμβει καὶ ὄψεως λαμπρότητι περιβόητος ἐγένετο ἢ στρατιᾶς πρὸς οὓς ἐπῇσαν ὑπερβολῇ, καὶ ὅτι μέγιστος ἤδη διάπλους ἀπὸ τῆς οἰκείας καὶ ἐπὶ μεγίστῃ ἐλπίδι τῶν μελλόντων πρὸς τὰ ὑπάρχοντα ἐπεχειρήθη.
そしてこの遠征軍は、その企ての果敢さに対する驚嘆と、光景の華麗さによって世に知れ渡ったが、それは彼らが攻めかかる相手に対する兵力の圧倒的な優勢のゆえに劣らず、また、母国からの航路としては当時最大のものであり、現在持てる力に対して未来への最も大きな希望を抱いて着手されたものであるからでもあった。

語釈・文法注

  1. 6.31.1μᾶλλον αὐτοὺς ἐσῄει τὰ δεινὰ ἢ ὅτε ἐψηφίζοντο πλεῖν — 接続詞 ἢ(〜よりも)が導く比較節における省略構造。ここでの比較の対象は、アテナイ人たちがかつて遠征を議決した「その時点」と、目の前で出港を控えた「現在の時点」における彼らの心理状態である。文脈上、ἢ 節のなかには主語(アテナイ人たち)および動詞(彼らに恐ろしい考えが去来したこと)が省略されており、単に「彼らが航海を議決した時」という時間的な状況のみが ὅτε 節によって示されている。
  2. 6.31.3τὸ μὲν ναυτικὸν μεγάλαις δαπάναις τῶν τε τριηράρχων καὶ τῆς πόλεως ἐκπονηθέν — 文法的な主動詞を欠き、分詞による並列構造(アナコルトン)で文を展開している。文頭の「οὗτος δὲ ὁ στόλος ... ἐξαρτυθείς」(この遠征軍は〜準備された)を受けて、海軍の整備を説明する「τὸ μὲν ναυτικὸν ... ἐκπονηθέν」と、陸軍の様子を説明する「τὸ δὲ πεζὸν ... ἁμιλληθέν」という二つの主格分詞(主格絶対)が対比されている。その内側には、国家の負担を示す「τοῦ μὲν δημοσίου ... διδόντος」や「ναῦς παρασχόντος」、トリエラルコスの個人的負担を示す「τῶν 〈δὲ〉 τριηράρχων ... διδόντων」や「χρησαμένων」、さらに各自の熱意を示す「προθυμηθέντος ἑνὸς ἑκάστου」といった複数の属格絶対構文が重層的に挿入されており、極めて複雑な入れ子構造を成している。
  3. 6.31.5πολλά ἂν τάλαντα ηὑρέθη — 条件節「εἰ γάρ τις ἐλογίσατο」(もし誰かが計算したならば)に対応する、過去の事実に反する仮定(反実仮想)を表す帰結節。小辞 ἄν を伴う直説法過去(アオリスト)の動詞 ηὑρέθη(εὑρίσκω の受動態)が使われており、「(実際には誰も正確に計算しなかったが、もし計算していたとすれば)多くのタラントンが都市から運び出されていたことが判明したであろう」という過去における可能性や推量を表している。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §6.31.1-6.31.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.31.1-6.31.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。