Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.32.1-6.32.3

雅典舰队的庄严起航与叙拉古的疑虑

第 648 段,共 917 段 · 希腊语

内容简介

雅典舰队在庄严盛大的仪式中起航,先驶向埃伊纳岛并急往克尔库拉,而叙拉古方面虽开始收到敌军来袭的消息却最初不予置信,并在公民大会上引发辩论。

§6.32.1ἐπειδὴ δὲ αἱ νῆες πλήρεις ἦσαν καὶ ἐσέκειτο πάντα ἤδη ὅσα ἔχοντες ἔμελλον ἀνάξεσθαι, τῇ μὲν σάλπιγγι σιωπὴ ὑπεσημάνθη, εὐχὰς δὲ τὰς νομιζομένας πρὸ τῆς ἀναγωγῆς οὐ κατὰ ναῦν ἑκάστην, ξύμπαντες δὲ ὑπὸ κήρυκος ἐποιοῦντο, κρατῆράς τε κεράσαντες παρ’ ἅπαν τὸ στράτευμα καὶ ἐκπώμασι χρυσοῖς τε καὶ ἀργυροῖς οἵ τε ἐπιβάται καὶ οἱ ἄρχοντες σπένδοντες.
当战船已满载,所有准备带走出海的物资也都已装妥时,号角声宣告了肃静。 他们开始举行启航前惯常的祈祷,不是每艘船各自进行,而是全体人员在传令官的带领下齐声祈祷;全军上下将酒在混酒器中调配好,甲板兵和指挥官们用金杯和银杯斟酒奠祭。
§6.32.2ξυνεπηύχοντο δὲ καὶ ὁ ἄλλος ὅμιλος ὁ ἐκ τῆς γῆς τῶν τε πολιτῶν καὶ εἴ τις ἄλλος εὔνους παρῆν σφίσιν.
陆上的其余人群,包括公民以及在场的其他对他们怀有善意的人,也一同参与了祈祷。
παιανίσαντες δὲ καὶ τελεώσαντες τὰς σπονδὰς ἀνήγοντο, καὶ ἐπὶ κέρως τὸ πρῶτον ἐκπλεύσαντες ἅμιλλαν ἤδη μέχρι Αἰγίνης ἐποιοῦντο.
在唱完赞美诗(佩安)并结束奠祭之后,他们扬帆启航,起初排成单纵队驶出,随后便展开竞赛,一直比到埃伊纳岛。
καὶ οἱ μὲν ἐς τὴν Κέρκυραν, ἔνθαπερ καὶ τὸ ἄλλο στράτευμα τῶν ξυμμάχων ξυνελέγετο, ἠπείγοντο ἀφικέσθαι.
他们急切地赶往克尔库拉,因为同盟军的其他部队也正在那里集结。
§6.32.3ἐς δὲ τὰς Συρακούσας ἠγγέλλετο μὲν πολλαχόθεν τὰ περὶ τοῦ ἐπίπλου, οὐ μέντοι ἐπιστεύετο ἐπὶ πολὺν χρόνον οὐδέν, ἀλλὰ καὶ γενομένης ἐκκλησίας ἐλέχθησαν τοιοίδε λόγοι ἀπό τε ἄλλων, τῶν μὲν πιστευόντων τὰ περὶ τῆς στρατείας τῆς τῶν Ἀθηναίων, τῶν δὲ τὰ ἐναντία λεγόντων, καὶ Ἑρμοκράτης ὁ Ἕρμωνος παρελθὼν αὐτοῖς, ὡς σαφῶς οἰόμενος εἰδέναι τὰ περὶ αὐτῶν, ἔλεγε καὶ παρῄνει τοιάδε.
而在叙拉古,虽然从多处传来关于敌军来袭的消息,但在很长一段时间内,人们对此不置一信。 然而,在召开公民大会时,各方仍发表了如下的言论,有的人相信关于雅典人远征的传闻,有的人则持相反意见。 此时,赫尔蒙之子赫尔莫克拉特斯走上前来,他认为自己对这桩事务有真凭实据的了解,便对他们发表了如下的演讲并提出建言。

词汇与语法注释

  1. §6.32.1κρατῆράς τε κεράσαντες ... σπένδοντες — 伴随主句动词 ἐποιοῦντο 的分词结构。不定过去时分词 κεράσαντες 表示在奠祭之前的准备动作,而现在分词 σπένδοντες 则表示与祈祷同时进行的描绘性动作。σπένδοντες 的主语被明确指出为 οἵ τε ἐπιβάται καὶ οἱ ἄρχοντες。
  2. §6.32.2ξυνεπηύχοντο δὲ καὶ ὁ ἄλλος ὅμιλος — 一处“按意造句法”(意味一致)的例子。单数集合名词主语 ὁ ἄλλος ὅμιλος 搭配了复数动词 ξυνεπηύχοντο,这是将“人群”(单数)视为由许多个体共同行动的集合体。
  3. §6.32.2ἐπὶ κέρως — 军事和航海术语,意为“成纵队”或“排成单列”。它描述了战船驶出港口时,并非并排前行,而是排成单列纵队前进的情景。
  4. §6.32.3τῶν μὲν πιστευόντων ... τῶν δὲ ... λεγόντων — 与前文的 ἀπό τε ἄλλων(属格)相一致的属格分词,起到了部分同格的作用(“有的人……,有的人……”),用以具体说明这些“其他人”是什么样的人。虽然也可以视作属格独立结构,但将其视为直接修饰名词 ἄλλων 更为自然。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.32.1-6.32.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.32.1-6.32.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。