Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.31.1-6.31.6

西西里远征军的空前盛况与市民送行

第 647 段,共 917 段 · 希腊语

内容简介

描述了西西里远征军起航时,送行的雅典人的复杂心理,以及这支远征军空前的规模、高昂的军费和华丽的装备。

§6.31.1καὶ ἐν τῷ παρόντι καιρῷ, ὡς ἤδη ἔμελλον μετὰ κινδύνων ἀλλήλους ἀπολιπεῖν, μᾶλλον αὐτοὺς ἐσῄει τὰ δεινὰ ἢ ὅτε ἐψηφίζοντο πλεῖν· ὅμως δὲ τῇ παρούσῃ ῥώμῃ, διὰ τὸ πλῆθος ἑκάστων ὧν ἑώρων, τῇ ὄψει ἀνεθάρσουν.
而在眼下这一刻,当他们即将在危险中彼此作别时,比起投票赞成航行的时候,那些可怕的景象更加涌上他们的心头;然而,面对眼前的强盛气势,因目睹各项装备之多,他们又在视觉上重振了信心。
οἱ δὲ ξένοι καὶ ὁ ἄλλος ὄχλος κατὰ θέαν ἧκεν ὡς ἐπ’ ἀξιόχρεων καὶ ἄπιστον διάνοιαν.
外邦人和其余的群众前来观看,仿佛在瞩目一个宏大得令人难以置信的宏图。
παρασκευὴ γὰρ αὕτη πρώτη ἐκπλεύσασα μιᾶς πόλεως δυνάμει Ἑλληνικῇ πολυτελεστάτη δὴ καὶ εὐπρεπεστάτη τῶν ἐς ἐκεῖνον τὸν χρόνον ἐγένετο.
因为这一支首次由单一城市派出的希腊武装远征军,确实是截至那时为止,耗资最巨、外观最壮丽的。
§6.31.2ἀριθμῷ δὲ νεῶν καὶ ὁπλιτῶν καὶ ἡ ἐς Ἐπίδαυρον μετὰ Περικλέους καὶ ἡ αὐτὴ ἐς Ποτείδαιαν μετὰ Ἅγνωνος οὐκ ἐλάσσων ἦν· τετράκις γὰρ χίλιοι ὁπλῖται αὐτῶν Ἀθηναίων καὶ τριακόσιοι ἱππῆς καὶ τριήρεις ἑκατόν, καὶ Λεσβίων καὶ Χίων πεντήκοντα, καὶ ξύμμαχοι ἔτι πολλοὶ ξυνέπλευσαν.
若论战船和重装步兵的数量,无论是伯里克利统率的针对埃皮达鲁斯的远征,还是哈格农统率的同一支针对波提狄亚的远征,其规模都不遑多让;因为当时有雅典人自己的重装步兵四千人、骑兵三百人、三列桨战船一百艘,以及来自莱斯沃斯和希奥斯人的船五十艘,还有许多同盟者一同航行。
§6.31.3ἀλλὰ ἐπί τε βραχεῖ πλῷ ὡρμήθησαν καὶ παρασκευῇ φαύλῃ, οὗτος δὲ ὁ στόλος ὡς χρόνιός τε ἐσόμενος καὶ κατ’ ἀμφότερα, οὗ ἂν δέῃ, καὶ ναυσὶ καὶ πεζῷ ἅμα ἐξαρτυθείς, τὸ μὲν ναυτικὸν μεγάλαις δαπάναις τῶν τε τριηράρχων καὶ τῆς πόλεως ἐκπονηθέν, τοῦ μὲν δημοσίου δραχμὴν τῆς ἡμέρας τῷ ναύτῃ ἑκάστῳ διδόντος καὶ ναῦς παρασχόντος κενὰς ἑξήκοντα μὲν ταχείας, τεσσαράκοντα δὲ ὁπλιταγωγοὺς καὶ ὑπηρεσίας ταύταις τὰς κρατίστας, τῶν 〈δὲ〉 τριηράρχων ἐπιφοράς τε πρὸς τῷ ἐκ δημοσίου μισθῷ διδόντων τοῖς θρανίταις τῶν ναυτῶν καὶ ταῖς ὑπηρεσίαις καὶ τἆλλα σημείοις καὶ κατασκευαῖς πολυτελέσι χρησαμένων,καὶ ἐς τὰ μακρότατα προθυμηθέντος ἑνὸς ἑκάστου ὅπως αὐτῷ τινὶ εὐπρεπείᾳ τε ἡ ναῦς μάλιστα προέξει καὶ τῷ ταχυναυτεῖν, τὸ δὲ πεζὸν καταλόγοις τε χρηστοῖς ἐκκριθὲν καὶ ὅπλων καὶ τῶν περὶ τὸ σῶμα σκευῶν μεγάλῃ σπουδῇ πρὸς ἀλλήλους ἁμιλληθέν.
然而,先前的那些远征是在航程短捷、装备简陋的情况下出发的,而这一次的远征军则是为了长期在外而组建,并且做好了双重准备,以便在需要时,能同时以海军和陆军协同作战。 海军是在三列桨战船船长们和国家的巨额开支下精心整备起来的:一方面,国库为每名水手每日发放一德拉克马的津贴,并提供了空战船——包括六十艘快速战船和四十艘重装步兵运输船,以及为这些战船配备的最优秀的水手和军仆;另一方面,船长们在国库津贴之外,还向最上层的桨手和军仆发放额外津贴,并为战船采用了昂贵的船徽和华丽的装饰,每个人都竭尽所能,力求使自己的战船在外观精美和航速敏捷上独占鳌头。 陆军则是通过精细的名册选拔出来的,士兵们在武器和随身装备上怀着极大的热忱互相竞争。
§6.31.4ξυνέβη δὲ πρός τε σφᾶς αὐτοὺς ἅμα ἔριν γενέσθαι, ᾧ τις ἕκαστος προσετάχθη, καὶ ἐς τοὺς ἄλλους Ἕλληνας ἐπίδειξιν μᾶλλον εἰκασθῆναι τῆς δυνάμεως καὶ ἐξουσίας ἢ ἐπὶ πολεμίους παρασκευήν.
结果,在他们内部,各人因其被分派的职责而产生竞争;而在其他希腊人看来,这更像是国家力量和权势的展示,而不是针对敌人的战争准备。
§6.31.5εἰ γάρ τις ἐλογίσατο τήν τε τῆς πόλεως ἀνάλωσιν δημοσίαν καὶ τῶν στρατευομένων τὴν ἰδίαν, τῆς μὲν πόλεως ὅσα τε ἤδη προετετελέκει καὶ ἃ ἔχοντας τοὺς στρατηγοὺς ἀπέστελλε, τῶν δὲ ἰδιωτῶν ἅ τε περὶ τὸ σῶμά τις καὶ τριήραρχος ἐς τὴν ναῦν ἀνηλώκει καὶ ὅσα ἔτι ἔμελλεν ἀναλώσειν, χωρὶς δ’ ἃ εἰκὸς ἦν καὶ ἄνευ τοῦ ἐκ τοῦ δημοσίου μισθοῦ πάντα τινὰ παρασκευάσασθαι ἐφόδιον ὡς ἐπὶ χρόνιον στρατείαν, καὶ ὅσα ἐπὶ μεταβολῇ τις ἢ στρατιώτης ἢ ἔμπορος ἔχων ἔπλει, πολλὰ ἂν τάλαντα ηὑρέθη ἐκ τῆς πόλεως τὰ πάντα ἐξαγόμενα.
因为,如果有人计算一下国家集体的公共开支,以及出征人员的私人花费——也就是国家此前已经垫付的资金,和让将军们随身带走的费用;还有私人为随身装备花费的资金,以及船长们在各自战船上的花费,以及他们此后还要花费的金额;更不用说除了从国库领取的津贴外,每个人为长期远征而照例准备的旅费,以及士兵或商人为了交易而随身携带航行的货财——那么便会发现,总共有无数塔兰同被带离了这座城市。
§6.31.6καὶ ὁ στόλος οὐχ ἧσσον τόλμης τε θάμβει καὶ ὄψεως λαμπρότητι περιβόητος ἐγένετο ἢ στρατιᾶς πρὸς οὓς ἐπῇσαν ὑπερβολῇ, καὶ ὅτι μέγιστος ἤδη διάπλους ἀπὸ τῆς οἰκείας καὶ ἐπὶ μεγίστῃ ἐλπίδι τῶν μελλόντων πρὸς τὰ ὑπάρχοντα ἐπεχειρήθη.
这支远征军之所以名扬天下,不仅是因为其胆略之大令人惊叹、外观之华美令人夺目,同样也是因为其兵力相对于所要进攻的敌人而言占有压倒性的优势;还因为这是迄今为止离开本国最遥远的一次航行,且与他们现有的实力相比,这是一次怀着对未来最大期望而发起的尝试。

词汇与语法注释

  1. 6.31.1μᾶλλον αὐτοὺς ἐσῄει τὰ δεινὰ ἢ ὅτε ἐψηφίζοντο πλεῖν — 由连词 ἢ(比……)引导的省略比较结构。此处对比的是雅典人在曾经决定远征的“那一时刻”与如今面临起航的“眼下时刻”两者的心理状态。在 ἢ 从句中,省略了主语(雅典人)和表示可怕想法涌上心头的动词,仅由 ὅτε 从句表达了“当他们投票赞成航行时”的时间背景。
  2. 6.31.3τὸ μὲν ναυτικὸν μεγάλαις δαπάναις τῶν τε τριηράρχων καὶ τῆς πόλεως ἐκπονηθέν — 此处缺乏限定动词,而是采用异画句法(Anacoluthon)并结合分词并列结构展开。承接句首的“οὗτος δὲ ὁ στόλος ... ἐξαρτυθείς”(这支远征军……做好了准备),作者使用了两个主格分词(主格绝对结构):“τὸ μὲν ναυτικὸν ... ἐκπονηθέν”(海军被整备起来……)与“τὸ δὲ πεζὸν ... ἁμιλληθέν”(陆军……互相竞争)进行对比。在此框架内部,又嵌套了多层属格绝对结构,包括表示国家负担的“τοῦ μὲν δημοσίου ... διδόντος/παρασχόντος”、表示船长个人负担的“τῶν 〈δὲ〉 τριηράρχων ... διδόντων/χρησαμένων”,以及表示个人热忱的“προθυμηθέντος ἑνὸς ἑκάστου”,构成了极其复杂的层级嵌套结构。
  3. 6.31.5πολλά ἂν τάλαντα ηὑρέθη — 这是与条件从句“εἰ γάρ τις ἐλογίσατο”(因为如果有人计算的话)相对应的虚拟语气(与过去事实相反的假设)主句。使用了带有助词 ἄν 的直陈式过去时(不定过去时)被动动词 ηὑρέθη(源自 εὑρίσκω),表示对过去假设情况下的推测:“(虽然当时并无人精确计算,但如果有人算了,)便会发现有许多塔兰同被带离了城市。”

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.31.1-6.31.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.31.1-6.31.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。