§6.22.1ὁπλίτας τε οὖν πολλούς μοι δοκεῖ χρῆναι ἡμᾶς ἄγειν καὶ ἡμῶν αὐτῶν καὶ τῶν ξυμμάχων, τῶν τε ὑπηκόων καὶ ἤν τινα ἐκ Πελοποννήσου δυνώμεθα ἢ πεῖσαι ἢ μισθῷ προσαγαγέσθαι, καὶ τοξότας πολλοὺς καὶ σφενδονήτας, ὅπως πρὸς τὸ ἐκείνων ἱππικὸν ἀντέχωσι, ναυσί τε καὶ πολὺ περιεῖναι, ἵνα καὶ τὰ ἐπιτήδεια ῥᾷον ἐσκομιζώμεθα, τὸν δὲ καὶ αὐτόθεν σῖτον ἐν ὁλκάσι, πυροὺς καὶ πεφρυγμένας κριθάς, ἄγειν, καὶ σιτοποιοὺς ἐκ τῶν μυλώνων πρὸς μέρος ἠναγκασμένους ἐμμίσθους, ἵνα, ἤν που ὑπὸ ἀπλοίας ἀπολαμβανώμεθα, ἔχῃ ἡ στρατιὰ τὰ ἐπιτήδεια (πολλὴ γὰρ οὖσα οὐ πάσης ἔσται πόλεως ὑποδέξασθαι), τά τε ἄλλα ὅσον δυνατὸν ἑτοιμάσασθαι, καὶ μὴ ἐπὶ ἑτέροις γίγνεσθαι, μάλιστα δὲ χρήματα αὐτόθεν ὡς πλεῖστα ἔχειν.
したがって、私には、私たちが重装歩兵を多く連れて行く必要があると思われます。 自分たち自身からも、属領である同盟国からも、またもしペロポネソスから説得するか賃金で引き入れることができる者がいればその者たちからも。 また、敵の騎兵に対抗できるように、多くの弓兵や投石兵も連れて行くべきです。 また、必要な物資をより容易に運び込めるように、船の数でも大いに優勢でなければなりません。 また、ここから輸送船で穀物、すなわち小麦と炒った大麦を運び、さらに製粉所から各々の割合に応じて強制的に徴用した有給の製パン工たちを連れて行くべきです。 これは、もし万一、天候不順で航行を阻まれても、軍隊が食糧に困らないようにするためです(大軍であるため、どの都市でも受け入れられるわけではないからです)。 そしてその他のことも可能な限り準備し、他人に依存しないようにすべきであり、とりわけここからできるだけ多くの資金を持っていくべきです。
τὰ δὲ παρ’ Ἐγεσταίων, ἃ λέγεται ἐκεῖ ἑτοῖμα, νομίσατε καὶ λόγῳ ἂν μάλιστα ἑτοῖμα εἶναι.
エゲスタ人からの資金については、現地に用意されていると言われていますが、それは言葉の上だけで用意されているにすぎないと考えなさい。