§6.2.1ᾠκίσθη δὲ ὧδε τὸ ἀρχαῖον, καὶ τοσάδε ἔθνη ἔσχε τὰ ξύμπαντα.
さて、古代にはこのようにして入植が行われ、全体でこれほど多くの諸民族を擁した。
παλαίτατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆς χώρας Κύκλωπες καὶ Λαιστρυγόνες οἰκῆσαι, ὧν ἐγὼ οὔτε γένος ἔχω εἰπεῖν οὔτε ὁπόθεν ἐσῆλθον ἢ ὅποι ἀπεχώρησαν·
最も古くは、この国の一部にキュクロプスたちとライストリュゴンたちが住んだと言われているが、彼らについて私は、その種族を語ることも、彼らがどこから入ってきてどこへ去ったかを語ることもできない。
ἀρκείτω δὲ ὡς ποιηταῖς τε εἴρηται καὶ ὡς ἕκαστός πῃ γιγνώσκει περὶ αὐτῶν.
しかし、詩人たちによって語られていることや、各人が彼らについてどのように理解しているかで十分としよう。
§6.2.2Σικανοὶ δὲ μετ’ αὐτοὺς πρῶτοι φαίνονται ἐνοικισάμενοι, ὡς μὲν αὐτοί φασι, καὶ πρότεροι διὰ τὸ αὐτόχθονες εἶναι, ὡς δὲ ἡ ἀλήθεια εὑρίσκεται, Ἴβηρες ὄντες καὶ ἀπὸ τοῦ Σικανοῦ ποταμοῦ τοῦ ἐν Ἰβηρίᾳ ὑπὸ Λιγύων ἀναστάντες.
彼らの後には、シカノイ人が最初に定住したように思われる。 彼ら自身の主張によれば、自分たちが土着の民であるからして、彼らよりさらに前に住んでいたというが、究明される事実によれば、彼らはイベリア人であり、イベリアにあるシカノス川の辺りからリギュエス人によって追われたのである。
καὶ ἀπ’ αὐτῶν Σικανία τότε ἡ νῆσος ἐκαλεῖτο, πρότερον Τρινακρία καλουμένη·
そして彼らにちなんで、当時この島はシカニアと呼ばれ、それ以前はトリナクリアと呼ばれていた。
οἰκοῦσι δὲ ἔτι καὶ νῦν τὰ πρὸς ἑσπέραν τὴν Σικελίαν.
彼らは今でもシケリアの西部に住んでいる。
§6.2.3Ἰλίου δὲ ἁλισκομένου τῶν Τρώων τινὲς διαφυγόντες Ἀχαιοὺς πλοίοις ἀφικνοῦνται πρὸς τὴν Σικελίαν, καὶ ὅμοροι τοῖς Σικανοῖς οἰκήσαντες ξύμπαντες μὲν Ἔλυμοι ἐκλήθησαν, πόλεις δ’ αὐτῶν Ἔρυξ τε καὶ Ἔγεστα.
イリオスが陥落した際、アカイア人たちから逃れたトロイア人の一部が船でシケリアに到来し、シカノイ人と隣り合って暮らすようになって、総称してエリュモイ人と呼ばれた。 彼らの都市はエリュクスとエゲスタである。
προσξυνῴκησαν δὲ αὐτοῖς καὶ Φωκέων τινὲς τῶν ἀπὸ Τροίας τότε χειμῶνι ἐς Λιβύην πρῶτον, ἔπειτα ἐς Σικελίαν ἀπ’ αὐτῆς κατενεχθέντες.
彼らにはまた、トロイアから帰還する途中で当時嵐に遭い、まずリビュアに、次いでそこからシケリアに漂着したポキス人の一部も共同で移住した。
§6.2.4Σικελοὶ δ’ ἐξ Ἰταλίας (ἐνταῦθα γὰρ ᾤκουν) διέβησαν ἐς Σικελίαν, φεύγοντες Ὀπικούς, ὡς μὲν εἰκὸς καὶ λέγεται, ἐπὶ σχεδιῶν, τηρήσαντες τὸν πορθμὸν κατιόντος τοῦ ἀνέμου, τάχα ἂν δὲ καὶ ἄλλως πως ἐσπλεύσαντες.
シケロイ人はイタリアから(というのは、彼らはそこに住んでいたからである)オピコイ人から逃れてシケリアに渡った。 おそらく言われているように、風が吹き下ろす海峡の状況をうかがって、筏に乗って渡ったのであろうが、あるいは他の方法で航海したのかもしれない。
εἰσὶ δὲ καὶ νῦν ἔτι ἐν τῇ Ἰταλίᾳ Σικελοί, καὶ ἡ χώρα ἀπὸ Ἰταλοῦ βασιλέως τινὸς Σικελῶν, τοὔνομα τοῦτο ἔχοντος, οὕτως Ἰταλία ἐπωνομάσθη.
現在でもイタリアにはシケロイ人がまだ存在しており、またその地は、このような名を持っていたシケロイ人の王イタリアスにちなんで、このようにイタリアと名付けられた。
§6.2.5ἐλθόντες δὲ ἐς τὴν Σικελίαν στρατὸς πολὺς τούς τε Σικανοὺς κρατοῦντες μάχῃ ἀνέστειλαν πρὸς τὰ μεσημβρινὰ καὶ ἑσπέρια αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες, ἐπεὶ διέβησαν, ἔτη ἐγγὺς τριακόσια πρὶν Ἕλληνας ἐς Σικελίαν ἐλθεῖν·
大軍でシケリアに到来した彼らは、戦闘でシカノイ人を破って彼らを島の南部と西部に退かせ、島の名をシカニアの代わりにシケリアと呼ばせるようにした。 そして彼らが渡ってから、ギリシア人がシケリアに到来するまでおよそ三百年の間、土地の最も肥沃な部分を占有して暮らした。
ἔτι δὲ καὶ νῦν τὰ μέσα καὶ τὰ πρὸς βορρᾶν τῆς νήσου ἔχουσιν.
そして今でも彼らは島の中心部と北部を占有している。
§6.2.6ᾤκουν δὲ καὶ Φοίνικες περὶ πᾶσαν μὲν τὴν Σικελίαν ἄκρας τε ἐπὶ τῇ θαλάσσῃ ἀπολαβόντες καὶ τὰ ἐπικείμενα νησίδια ἐμπορίας ἕνεκεν τῆς πρὸς τοὺς Σικελούς·
フェニキア人もまた、シケロイ人との交易のために、シケリア全体の海岸沿いの岬や近隣の小島を確保して、その周辺に住んでいた。
ἐπειδὴ δὲ οἱ Ἕλληνες πολλοὶ κατὰ θάλασσαν ἐπεσέπλεον, ἐκλιπόντες τὰ πλείω Μοτύην καὶ Σολόεντα καὶ Πάνορμον ἐγγὺς τῶν Ἐλύμων ξυνοικήσαντες ἐνέμοντο, ξυμμαχίᾳ τε πίσυνοι τῇ τῶν Ἐλύμων, καὶ ὅτι ἐντεῦθεν ἐλάχιστον πλοῦν Καρχηδὼν Σικελίας ἀπέχει.
しかしギリシア人が海路で大挙して押し寄せてくると、彼らは大半の場所を放棄し、エリュモイ人の近くに共同で定住して、モテュエ、ソロエイス、パノルモスを領有した。 これはエリュモイ人との同盟を頼りにしたためであり、またカルケドンからシケリアへの航路がここから最も短かったからである。
βάρβαροι μὲν οὖν τοσοίδε Σικελίαν καὶ οὕτως ᾤκησαν.
このようにして、これほど多くの異民族がシケリアに居住した。