§6.2.1ᾠκίσθη δὲ ὧδε τὸ ἀρχαῖον, καὶ τοσάδε ἔθνη ἔσχε τὰ ξύμπαντα.
Now it was settled in ancient times in this manner, and it possessed so many nations in all.
παλαίτατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆς χώρας Κύκλωπες καὶ Λαιστρυγόνες οἰκῆσαι, ὧν ἐγὼ οὔτε γένος ἔχω εἰπεῖν οὔτε ὁπόθεν ἐσῆλθον ἢ ὅποι ἀπεχώρησαν· ἀρκείτω δὲ ὡς ποιηταῖς τε εἴρηται καὶ ὡς ἕκαστός πῃ γιγνώσκει περὶ αὐτῶν. §6.2.2Σικανοὶ δὲ μετ’ αὐτοὺς πρῶτοι φαίνονται ἐνοικισάμενοι, ὡς μὲν αὐτοί φασι, καὶ πρότεροι διὰ τὸ αὐτόχθονες εἶναι, ὡς δὲ ἡ ἀλήθεια εὑρίσκεται, Ἴβηρες ὄντες καὶ ἀπὸ τοῦ Σικανοῦ ποταμοῦ τοῦ ἐν Ἰβηρίᾳ ὑπὸ Λιγύων ἀναστάντες.
The oldest are said to have inhabited some part of the country, namely the Cyclopes and Laestrygonians, of whom I can neither tell the race nor whence they entered or whither they departed; let it suffice as has been said by the poets and as each in some way knows about them. The Sicanians after them appear to have been the first to settle, indeed, as they themselves say, even prior to them because of being autochthonous, but as the truth is found, they were Iberians and were driven out by the Ligurians from the river Sicanus in Iberia.
καὶ ἀπ’ αὐτῶν Σικανία τότε ἡ νῆσος ἐκαλεῖτο, πρότερον Τρινακρία καλουμένη· οἰκοῦσι δὲ ἔτι καὶ νῦν τὰ πρὸς ἑσπέραν τὴν Σικελίαν. §6.2.3Ἰλίου δὲ ἁλισκομένου τῶν Τρώων τινὲς διαφυγόντες Ἀχαιοὺς πλοίοις ἀφικνοῦνται πρὸς τὴν Σικελίαν, καὶ ὅμοροι τοῖς Σικανοῖς οἰκήσαντες ξύμπαντες μὲν Ἔλυμοι ἐκλήθησαν, πόλεις δ’ αὐτῶν Ἔρυξ τε καὶ Ἔγεστα.
And from them the island was then called Sicania, having previously been called Trinacria; and they still inhabit even now the western parts of Sicily. Upon the capture of Ilium, some of the Trojans, escaping from the Achaeans, arrived by boats in Sicily, and having settled on the borders of the Sicanians, they were all called Elymians, and their cities were Eryx and Egesta.
προσξυνῴκησαν δὲ αὐτοῖς καὶ Φωκέων τινὲς τῶν ἀπὸ Τροίας τότε χειμῶνι ἐς Λιβύην πρῶτον, ἔπειτα ἐς Σικελίαν ἀπ’ αὐτῆς κατενεχθέντες. §6.2.4Σικελοὶ δ’ ἐξ Ἰταλίας (ἐνταῦθα γὰρ ᾤκουν) διέβησαν ἐς Σικελίαν, φεύγοντες Ὀπικούς, ὡς μὲν εἰκὸς καὶ λέγεται, ἐπὶ σχεδιῶν, τηρήσαντες τὸν πορθμὸν κατιόντος τοῦ ἀνέμου, τάχα ἂν δὲ καὶ ἄλλως πως ἐσπλεύσαντες.
There also settled with them some of the Phocians of those from Troy, who were then carried by a storm first to Libya, and then from there to Sicily. The Sicels crossed over from Italy to Sicily (for they used to dwell there), fleeing from the Opicans, on rafts, as is probable and said, having watched for the crossing when the wind came down, or perhaps having sailed in some other way.
εἰσὶ δὲ καὶ νῦν ἔτι ἐν τῇ Ἰταλίᾳ Σικελοί, καὶ ἡ χώρα ἀπὸ Ἰταλοῦ βασιλέως τινὸς Σικελῶν, τοὔνομα τοῦτο ἔχοντος, οὕτως Ἰταλία ἐπωνομάσθη. §6.2.5ἐλθόντες δὲ ἐς τὴν Σικελίαν στρατὸς πολὺς τούς τε Σικανοὺς κρατοῦντες μάχῃ ἀνέστειλαν πρὸς τὰ μεσημβρινὰ καὶ ἑσπέρια αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες, ἐπεὶ διέβησαν, ἔτη ἐγγὺς τριακόσια πρὶν Ἕλληνας ἐς Σικελίαν ἐλθεῖν· ἔτι δὲ καὶ νῦν τὰ μέσα καὶ τὰ πρὸς βορρᾶν τῆς νήσου ἔχουσιν. §6.2.6ᾤκουν δὲ καὶ Φοίνικες περὶ πᾶσαν μὲν τὴν Σικελίαν ἄκρας τε ἐπὶ τῇ θαλάσσῃ ἀπολαβόντες καὶ τὰ ἐπικείμενα νησίδια ἐμπορίας ἕνεκεν τῆς πρὸς τοὺς Σικελούς· ἐπειδὴ δὲ οἱ Ἕλληνες πολλοὶ κατὰ θάλασσαν ἐπεσέπλεον, ἐκλιπόντες τὰ πλείω Μοτύην καὶ Σολόεντα καὶ Πάνορμον ἐγγὺς τῶν Ἐλύμων ξυνοικήσαντες ἐνέμοντο, ξυμμαχίᾳ τε πίσυνοι τῇ τῶν Ἐλύμων, καὶ ὅτι ἐντεῦθεν ἐλάχιστον πλοῦν Καρχηδὼν Σικελίας ἀπέχει.
And there are still even now Sicels in Italy, and the country was thus named Italy after Italus, a certain king of the Sicels who had this name. Having come to Sicily with a great army, and defeating the Sicanians in battle, they drove them to the southern and western parts of it and caused the island to be called Sicily instead of Sicania, and they inhabited and held the best parts of the land, after they crossed over, for nearly three hundred years before the Greeks came to Sicily; and even now they still hold the central and northern parts of the island. Phoenicians also lived around all of Sicily, having occupied capes on the sea and the adjacent islets for the sake of trade with the Sicels; but when the Greeks sailed in in great numbers by sea, they abandoned most of these places and, settling together near the Elymians, inhabited Motya, Solous, and Panormus, relying on the alliance of the Elymians and because from there Carthage is the shortest voyage from Sicily.
βάρβαροι μὲν οὖν τοσοίδε Σικελίαν καὶ οὕτως ᾤκησαν.
These, then, were the barbarians who inhabited Sicily and in this manner.