§6.105.1κατὰ δὲ τοὺς αὐτοὺς χρόνους τούτου τοῦ θέρους καὶ Λακεδαιμόνιοι ἐς τὸ Ἄργος ἐσέβαλον αὐτοί τε καὶ οἱ ξύμμαχοι καὶ τῆς γῆς τὴν πολλὴν ἐδῄωσαν, καὶ Ἀθηναῖοι Ἀργείοις τριάκοντα ναυσὶν ἐβοήθησαν·
同じこの夏の時期に、ラケダイモン人自身と同盟国もアルゴスへと侵入し、その土地の大部分を荒らした。
αἵπερ τὰς σπονδὰς φανερώτατα τὰς πρὸς τοὺς Λακεδαιμονίους αὐτοῖς ἔλυσαν.
そしてアテナイ人も三十隻の船でアルゴス人を救援したが、これら(の船)こそが、彼らににとってラケダイモン人との条約を最も明白な形で破棄するものとなった。
§6.105.2πρότερον μὲν γὰρ λῃστείαις ἐκ Πύλου καὶ περὶ τὴν ἄλλην Πελοπόννησον μᾶλλον ἢ ἐς τὴν Λακωνικὴν ἀποβαίνοντες μετά τε Ἀργείων καὶ Μαντινέων ξυνεπολέμουν, καὶ πολλάκις Ἀργείων κελευόντων ὅσον σχόντας μόνον ξὺν ὅπλοις ἐς τὴν Λακωνικὴν καὶ τὸ ἐλάχιστον μετὰ σφῶν δῃώσαντας ἀπελθεῖν οὐκ ἤθελον·
というのも、以前は、ピュロスからの略奪行為や、ラコニア地方へ上陸するよりはむしろペロポネソスの他の地域の周辺に上陸することによって、アルゴス人やマンティネイア人とともに共同で戦争を行っており、また、アルゴス人が、武装してラコニアにただ上陸するだけでよく、彼らとともにほんの少しだけでも略奪を行って立ち去るだけでよいからと何度も要求したにもかかわらず、そうしようとはしなかった。
τότε δὲ Πυθοδώρου καὶ Λαισποδίου καὶ Δημαράτου ἀρχόντων ἀποβάντες ἐς Ἐπίδαυρον τὴν Λιμηρὰν καὶ Πρασιὰς καὶ ὅσα ἄλλα ἐδῄωσαν τῆς γῆς, καὶ τοῖς Λακεδαιμονίοις ἤδη εὐπροφάσιστον μᾶλλον τὴν αἰτίαν ἐς τοὺς Ἀθηναίους τοῦ ἀμύνεσθαι ἐποίησαν.
しかし今回は、ピュトドロス、ライスポディアス、デマラトスが将軍であるとき、エピダウロス・リメラやプラシアイ、その他多くの土地に上陸して略奪を行い、ラケダイモン人に対して、アテナイ人に対して反撃するための、より正当な大義名分を今や与えることになった。
§6.105.3ἀναχωρησάντων δὲ τῶν Ἀθηναίων ἐκ τοῦ Ἄργους ταῖς ναυσὶ καὶ τῶν Λακεδαιμονίων οἱ Ἀργεῖοι ἐσβαλόντες ἐς τὴν Φλειασίαν τῆς τε γῆς αὐτῶν ἔτεμον καὶ ἀπέκτεινάν τινας, καὶ ἀπῆλθον ἐπ’ οἴκου.
アテナイ人が船でアルゴスから退却し、ラケダイモン人も退却すると、アルゴス人はプレイウアス地方へと侵入し、彼らの土地の一部を荒らし、何人かを殺害して、帰路についた。