Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.105.1-6.105.3

雅典援救阿哥斯与条约的破弃

第 721 段,共 917 段 · 希腊语

内容简介

同年夏天,拉栖代梦人入侵阿哥斯,雅典派遣三十艘船只援助阿哥斯,公开撕毁了与拉栖代梦人的条约。雅典撤军后,阿哥斯人袭击了弗利亚西亚。

§6.105.1κατὰ δὲ τοὺς αὐτοὺς χρόνους τούτου τοῦ θέρους καὶ Λακεδαιμόνιοι ἐς τὸ Ἄργος ἐσέβαλον αὐτοί τε καὶ οἱ ξύμμαχοι καὶ τῆς γῆς τὴν πολλὴν ἐδῄωσαν, καὶ Ἀθηναῖοι Ἀργείοις τριάκοντα ναυσὶν ἐβοήθησαν· αἵπερ τὰς σπονδὰς φανερώτατα τὰς πρὸς τοὺς Λακεδαιμονίους αὐτοῖς ἔλυσαν.
在今年夏天的同一时期,拉栖代梦人及其盟友也入侵了阿哥斯,并蹂躏了其大部分土地;雅典人则派出三十艘船援助阿哥斯人,这最明显地破坏了他们与拉栖代梦人之间的条约。
§6.105.2πρότερον μὲν γὰρ λῃστείαις ἐκ Πύλου καὶ περὶ τὴν ἄλλην Πελοπόννησον μᾶλλον ἢ ἐς τὴν Λακωνικὴν ἀποβαίνοντες μετά τε Ἀργείων καὶ Μαντινέων ξυνεπολέμουν, καὶ πολλάκις Ἀργείων κελευόντων ὅσον σχόντας μόνον ξὺν ὅπλοις ἐς τὴν Λακωνικὴν καὶ τὸ ἐλάχιστον μετὰ σφῶν δῃώσαντας ἀπελθεῖν οὐκ ἤθελον·
因为在此之前,他们只是通过从皮洛斯出发的掠夺性活动,或者上岸到伯罗奔尼撒的其他地区,而不是拉科尼亚,来与阿哥斯人和曼提尼亚人共同作战。 尽管阿哥斯人屡次请求他们只需全副武装在拉科尼亚登陆,并与他们一起进行极小规模的蹂躏后便可离去,他们也不愿意这样做。
τότε δὲ Πυθοδώρου καὶ Λαισποδίου καὶ Δημαράτου ἀρχόντων ἀποβάντες ἐς Ἐπίδαυρον τὴν Λιμηρὰν καὶ Πρασιὰς καὶ ὅσα ἄλλα ἐδῄωσαν τῆς γῆς, καὶ τοῖς Λακεδαιμονίοις ἤδη εὐπροφάσιστον μᾶλλον τὴν αἰτίαν ἐς τοὺς Ἀθηναίους τοῦ ἀμύνεσθαι ἐποίησαν.
然而此时,在皮索多鲁斯、莱斯波迪亚斯和德玛拉图斯担任将军期间,他们却在埃皮达夫鲁斯·利梅拉、普拉西亚及其他地方登陆,蹂躏了这些土地,从而使拉栖代梦人更有借口对雅典人进行反击。
§6.105.3ἀναχωρησάντων δὲ τῶν Ἀθηναίων ἐκ τοῦ Ἄργους ταῖς ναυσὶ καὶ τῶν Λακεδαιμονίων οἱ Ἀργεῖοι ἐσβαλόντες ἐς τὴν Φλειασίαν τῆς τε γῆς αὐτῶν ἔτεμον καὶ ἀπέκτεινάν τινας, καὶ ἀπῆλθον ἐπ’ οἴκου.
当雅典人乘船撤离阿哥斯、拉栖代梦人也退兵后,阿哥斯人入侵了弗利亚西亚,砍伐了他们的部分庄稼并杀死了几个人,然后返回了家园。

词汇与语法注释

  1. 6.105.1αἵπερ — 关系代词 αἵπερ(阴性复数主格)指代前文的 τριάκοντα ναυσίν(“三十艘船”,因为 ναῦς 是阴性名词),并在从句中作主语。
  2. 6.105.1αὐτοῖς — 与格 αὐτοῖς 指代雅典人(前句的主语 Ἀθηναῖοι),作为关系与格或不利与格,强调这一条约的破坏是对他们自身而言。
  3. 6.105.2πολλάκις Ἀργείων κελευόντων ὅσον σχόντας μόνον ξὺν ὅπλοις ἐς τὴν Λακωνικὴν καὶ τὸ ἐλάχιστον μετὰ σφῶν δῃώσαντας ἀπελθεῖν οὐκ ἤθελον — Ἀργείων κελευόντων 是属格独立结构。宾格分词 σχόντας(来自 ἔχω,在此意为“靠岸、登陆”)和 δῃώσαντας 指代主句动词 οὐκ ἤθελον 的主语(雅典人),并修饰不定式 ἀπελθεῖν。短语 ὅσον... μό凝 类似起限制性副词作用(意为“仅需……”)。
  4. 6.105.2τοῦ ἀμύνεσθαι — 带冠词不定式的属格 τοῦ ἀμύνεσθαι 作为解释性或目的性属格修饰 τὴν αἰτίαν,说明“指责/借口”的性质(即进行自卫或报复)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.105.1-6.105.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.105.1-6.105.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。