§5.78.1τοῦτον μὲν τὸν λόγον προσεδέξαντο πρῶτον οἱ Ἀργεῖοι, καὶ τῶν Λακεδαιμονίων τὸ στράτευμα ἀνεχώρησεν ἐκ τῆς Τεγέας ἐπ’ οἴκου·
アルゴス人はまずこの提案を受け入れ、ラケダイモーン人の軍隊はテゲアから本国へと退去した。
μετὰ δὲ τοῦτο ἐπιμειξίας οὔσης ἤδη παρ’ ἀλλήλους, οὐ πολλῷ ὕστερον ἔπραξαν αὖθις οἱ αὐτοὶ ἄνδρες ὥστε τὴν Μαντινέων καὶ τὴν Ἀθηναίων καὶ Ἠλείων ξυμμαχίαν ἀφέντας Ἀργείους σπονδὰς καὶ ξυμμαχίαν ποιήσασθαι πρὸς Λακεδαιμονίους.
その後、すでに相互の往来が行われるなかで、ほどなくして同じ男たちが再び画策し、アルゴス人がマンティネイア人、アテナイ人、エリス人との同盟を破棄して、ラケダイモーン人と休戦条約および同盟を締結するように取り計らった。
καὶ ἐγένοντο αἵδε.
そして、その条約は以下のようなものであった。