§5.76.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ἀρχομένου εὐθὺς οἱ Λακεδαιμόνιοι, ἐπειδὴ τὰ Κάρνεια ἤγαγον, ἐξεστράτευσαν, καὶ ἀφικόμενοι ἐς Τεγέαν λόγους προύπεμπον ἐς τὸ Ἄργος ξυμβατηρίους.
翌冬が始まるとすぐに、ラケダイモーン人たちはカルネイア祭を終え、直ちに出征した。 そしてテゲアに到着すると、アルゴスへ和睦のための提案を送った。
§5.76.2ἦσαν δὲ αὐτοῖς πρότερόν τε ἄνδρες ἐπιτήδειοι καὶ βουλόμενοι τὸν δῆμον τὸν ἐν Ἄργει καταλῦσαι·
また、彼らには以前からアルゴスに、民主政を転覆させたいと望む内通者たちがいた。
καὶ ἐπειδὴ ἡ μάχη ἐγεγένητο, πολλῷ μᾶλλον ἐδύναντο πείθειν τοὺς πολλοὺς ἐς τὴν ὁμολογίαν.
そして戦闘が行われた後は、彼らが民衆を説得して和解に至らせることが、はるかに容易になっていた。
ἐβούλοντο δὲ πρῶτον σπονδὰς ποιήσαντες πρὸς τοὺς Λακεδαιμονίους αὖθις ὕστερον καὶ ξυμμαχίαν, καὶ οὕτως ἤδη τῷ δήμῳ ἐπιτίθεσθαι.
彼らの目論見は、まずラケダイモーン人と休戦条約を結び、その後に同盟をも結び、そうして初めて民主政を攻撃することであった。
§5.76.3καὶ ἀφικνεῖται πρόξενος ὢν Ἀργείων Λίχας ὁ Ἀρκεσιλάου παρὰ τῶν Λακεδαιμονίων δύο λόγω φέρων ἐς τὸ Ἄργος, τὸν μὲν καθ’ ὅτι εἰ βούλονται πολεμεῖν, τὸν δ’ ὡς εἰ εἰρήνην ἄγειν.
そして、アルゴス人のプロクセノスである、アルケシラオスの息子リカスが、ラケダイモーン人のもとから二つの提案を持ってアルゴスに到着した。 一つは、もし彼らが戦争を望む場合の条件を示すものであり、もう一つは、もし平和を保つ場合の条件を示すものであった。
καὶ γενομένης πολλῆς ἀντιλογίας (ἔτυχε γὰρ καὶ ὁ Ἀλκιβιάδης παρών) οἱ ἄνδρες οἱ τοῖς Λακεδαιμονίοις πράσσοντες, ἤδη καὶ ἐκ τοῦ φανεροῦ τολμῶντες, ἔπεισαν τοὺς Ἀργείους προσδέξασθαι τὸν ξυμβατήριον λόγον.
そして激しい論争が生じたが(というのも、アルキビアデスもたまたまそこに居合わせていたからである)、ラケダイモーン人のために画策していた者たちは、すでに公然と大胆に行動し、アルゴス人を説得して和睦の提案を受け入れさせた。
ἔστι δὲ ὅδε.
その内容は次の通りである。