§5.76.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ἀρχομένου εὐθὺς οἱ Λακεδαιμόνιοι, ἐπειδὴ τὰ Κάρνεια ἤγαγον, ἐξεστράτευσαν, καὶ ἀφικόμενοι ἐς Τεγέαν λόγους προύπεμπον ἐς τὸ Ἄργος ξυμβατηρίους.
翌年冬季伊始,拉栖代梦人在庆祝完卡涅亚节后便立即出征。 他们抵达特革亚后,向阿哥斯送去了讲和的提议。
§5.76.2ἦσαν δὲ αὐτοῖς πρότερόν τε ἄνδρες ἐπιτήδειοι καὶ βουλόμενοι τὸν δῆμον τὸν ἐν Ἄργει καταλῦσαι· καὶ ἐπειδὴ ἡ μάχη ἐγεγένητο, πολλῷ μᾶλλον ἐδύναντο πείθειν τοὺς πολλοὺς ἐς τὴν ὁμολογίαν.
在此之前,他们在阿哥斯就有志同道合、并企图推翻该城民主政体的人;而战役发生之后,这些人更易于说服大众达成协议。
ἐβούλοντο δὲ πρῶτον σπονδὰς ποιήσαντες πρὸς τοὺς Λακεδαιμονίους αὖθις ὕστερον καὶ ξυμμαχίαν, καὶ οὕτως ἤδη τῷ δήμῳ ἐπιτίθεσθαι.
他们的意图是首先与拉栖代梦人达成休战协定,此后再建立同盟,然后才着手攻击民主派。
§5.76.3καὶ ἀφικνεῖται πρόξενος ὢν Ἀργείων Λίχας ὁ Ἀρκεσιλάου παρὰ τῶν Λακεδαιμονίων δύο λόγω φέρων ἐς τὸ Ἄργος, τὸν μὲν καθ’ ὅτι εἰ βούλονται πολεμεῖν, τὸν δ’ ὡς εἰ εἰρήνην ἄγειν.
随后,作为阿哥斯人普罗克塞诺斯的阿尔克西拉奥斯之子利卡斯,从拉栖代梦人那里带着两个提案来到阿哥斯:一份是关于如果他们想要战争该如何进行的提案,另一份则是关于如果他们想要维持和平该如何进行的提案。
καὶ γενομένης πολλῆς ἀντιλογίας (ἔτυχε γὰρ καὶ ὁ Ἀλκιβιάδης παρών) οἱ ἄνδρες οἱ τοῖς Λακεδαιμονίοις πράσσοντες, ἤδη καὶ ἐκ τοῦ φανεροῦ τολμῶντες, ἔπεισαν τοὺς Ἀργείους προσδέξασθαι τὸν ξυμβατήριον λόγον.
在经过激烈的辩论后(因为阿尔西比亚德斯也恰好在场),那些为拉栖代梦人暗中策划的人,此时已敢于公开活动,说服了阿哥斯人接受讲和的提议。
ἔστι δὲ ὅδε.
具体条款如下: