§5.74.1καὶ ἡ μὲν μάχη τοιαύτη καὶ ὅτι ἐγγύτατα τούτων ἐγένετο, πλείστου δὴ χρόνου μεγίστη δὴ τῶν Ἑλληνικῶν καὶ ὑπὸ ἀξιολογωτάτων πόλεων ξυνελθοῦσα.
そして戦闘はこのようなものであり、またほぼこの通りの形で起こった。 これは実に久々の、ギリシア人の間での最大規模の戦闘であり、きわめて有力な諸ポリスによって交えられたものであった。
§5.74.2οἱ δὲ Λακεδαιμόνιοι προθέμενοι τῶν πολεμίων νεκρῶν τὰ ὅπλα τροπαῖον εὐθὺς ἵστασαν καὶ τοὺς νεκροὺς ἐσκύλευον, καὶ τοὺς αὑτῶν ἀνείλοντο καὶ ἀπήγαγον ἐς Τεγέαν, οὗπερ ἐτάφησαν, καὶ τοὺς τῶν πολεμίων ὑποσπόνδους ἀπέδοσαν.
ラケダイモーン人たちは、敵の死者から奪った武具を前方に並べると、すぐに戦勝記念碑を建て、また(敵の)死者から武具を剥ぎ取った。 そして自分たちの死者を回収してテゲアへと運び、そこで彼らは埋葬された。 また敵の死者を休戦協定に基づいて返還した。
§5.74.3ἀπέθανον δὲ Ἀργείων μὲν καὶ Ὀρνεατῶν καὶ Κλεωναίων ἑπτακόσιοι, Μαντινέων δὲ διακόσιοι, καὶ Ἀθηναίων ξὺν Αἰγινήταις διακόσιοι καὶ οἱ στρατηγοὶ ἀμφότεροι.
戦死者は、アルゴス人、オルネアイ人、クレオナイ人が合わせて七百名、マンティネイア人が二百名、そしてアテーナイ人はアイギーナ人とともに二百名と、両名の将軍であった。
Λακεδαιμονίων δὲ οἱ μὲν ξύμμαχοι οὐκ ἐταλαιπώρησαν ὥστε καὶ ἀξιόλογόν τι ἀπογενέσθαι·
他方、ラケダイモーン人の側では、同盟軍は特筆すべきほどの損失が出るような苦戦はしなかった。
αὐτῶν δὲ χαλεπὸν μὲν ἦν τὴν ἀλήθειαν πυθέσθαι, ἐλέγοντο δὲ περὶ τριακοσίους ἀποθανεῖν.
彼ら自身(スパルタ人)については、真実を知ることは困難であったが、およそ三百名が戦死したと言われていた。