§5.74.1καὶ ἡ μὲν μάχη τοιαύτη καὶ ὅτι ἐγγύτατα τούτων ἐγένετο, πλείστου δὴ χρόνου μεγίστη δὴ τῶν Ἑλληνικῶν καὶ ὑπὸ ἀξιολογωτάτων πόλεων ξυνελθοῦσα.
战役的情况就是这样,且其经过几乎完全如此;这确实是长期以来希腊人之间最大的一场战役,并且是由最显赫的城邦参与交战的。
§5.74.2οἱ δὲ Λακεδαιμόνιοι προθέμενοι τῶν πολεμίων νεκρῶν τὰ ὅπλα τροπαῖον εὐθὺς ἵστασαν καὶ τοὺς νεκροὺς ἐσκύλευον, καὶ τοὺς αὑτῶν ἀνείλοντο καὶ ἀπήγαγον ἐς Τεγέαν, οὗπερ ἐτάφησαν, καὶ τοὺς τῶν πολεμίων ὑποσπόνδους ἀπέδοσαν.
拉栖代梦人将敌军死者的武器陈列在阵前,立即立起战功碑,并剥去死者的衣甲;他们也收拾好己方的死者,将他们运往特革亚,并葬于该处,同时根据停战协定归还了敌方的死者。
§5.74.3ἀπέθανον δὲ Ἀργείων μὲν καὶ Ὀρνεατῶν καὶ Κλεωναίων ἑπτακόσιοι, Μαντινέων δὲ διακόσιοι, καὶ Ἀθηναίων ξὺν Αἰγινήταις διακόσιοι καὶ οἱ στρατηγοὶ ἀμφότεροι.
阵亡者中,阿哥斯人、奥内亚人以及克勒奥奈人共七百人;万提尼亚人两百人;雅典人连同埃吉纳人共两百人,以及他们的两位将军。
Λακεδαιμονίων δὲ οἱ μὲν ξύμμαχοι οὐκ ἐταλαιπώρησαν ὥστε καὶ ἀξιόλογόν τι ἀπογενέσθαι· αὐτῶν δὲ χαλεπὸν μὲν ἦν τὴν ἀλήθειαν πυθέσθαι, ἐλέγοντο δὲ περὶ τριακοσίους ἀποθανεῖν.
而在拉栖代梦人一方,其盟友并未遭受严重损失,以至于没有任何值得注意的伤亡;至于他们自己,虽然很难得知真相,但据传大约有三百人战死。