§5.58.1Ἀργεῖοι δὲ προαισθόμενοι τό τε πρῶτον τὴν παρασκευὴν τῶν Λακεδαιμονίων καὶ ἐπειδὴ ἐς τὸν Φλειοῦντα βουλόμενοι τοῖς ἄλλοις προσμεῖξαι ἐχώρουν, τότε δὴ ἐξεστράτευσαν καὶ αὐτοί·
一方、アルゴス人は、ラケダイモン人の準備を最初にあらかじめ察知し、また、彼らが他の同盟軍と合流しようと望んでプレイウスへと進軍した時、その時ついに彼ら自身も出陣した。
ἐβοήθησαν δ’ αὐτοῖς καὶ Μαντινῆς, ἔχοντες τοὺς σφετέρους ξυμμάχους, καὶ Ἠλείων τρισχίλιοι ὁπλῖται.
そしてマンティネイア人が彼ら自身の同盟軍を伴って、またエリス人の三千人の重装歩兵も彼らを救援した。
§5.58.2καὶ προϊόντες ἀπαντῶσι τοῖς Λακεδαιμονίοις ἐν Μεθυδρίῳ τῆς Ἀρκαδίας.
彼らは進軍して、アルカディアのメテュドゥリオンにおいてラケダイモン人に遭遇する。
καὶ καταλαμβάνουσιν ἑκάτεροι λόφον·
そして、双方がそれぞれ丘を占領した。
καὶ οἱ μὲν Ἀργεῖοι ὡς μεμονωμένοις τοῖς Λακεδαιμονίοις παρεσκευάζοντο μάχεσθαι, ὁ δὲ Ἆγις τῆς νυκτὸς ἀναστήσας τὸν στρατὸν καὶ λαθὼν ἐπορεύετο ἐς Φλειοῦντα παρὰ τοὺς ἄλλους ξυμμάχους.
アルゴス人たちは、ラケダイモン人が孤立しているうちに戦おうと準備していたが、アギスは夜のうちに軍を動かし、気づかれることなく、他の同盟軍のもとへとプレイウスへ進軍した。
§5.58.3καὶ οἱ Ἀργεῖοι αἰσθόμενοι ἅμα ἕῳ ἐχώρουν, πρῶτον μὲν ἐς Ἄργος, ἔπειτα δὲ ᾗ προσεδέχοντο τοὺς Λακεδαιμονίους μετὰ τῶν ξυμμάχων καταβήσεσθαι, τὴν κατὰ Νεμέαν ὁδόν.
アルゴス人たちは、夜明けとともにこれを察知し、進軍した。 最初はアルゴスへ、次いで、ラケダイモン人が同盟軍とともに下りてくるだろうと予想していた道、すなわちネメアを通る道へと向かった。
§5.58.4Ἆγις δὲ ταύτην μὲν ἣν προσεδέχοντο οὐκ ἐτράπετο, παραγγείλας δὲ τοῖς Λακεδαιμονίοις καὶ Ἀρκάσι καὶ Ἐπιδαυρίοις ἄλλην ἐχώρησε χαλεπὴν καὶ κατέβη ἐς τὸ Ἀργείων πεδίον·
しかしアギスは、彼らが予想していたその道へは進まず、ラケダイモン人、アルカディア人、エピダウロス人に命令を下して、別の険しい道を進んでアルゴス平野へと下った。
καὶ Κορίνθιοι καὶ Πελληνῆς καὶ Φλειάσιοι ὄρθιον ἑτέραν ἐπορεύοντο·
一方、コリントス人、ペレネ人、プレイウス人は別の険しい上り坂を進んだ。
τοῖς δὲ Βοιωτοῖς καὶ Μεγαρεῦσι καὶ Σικυωνίοις εἴρητο τὴν ἐπὶ Νεμέας ὁδὸν καταβαίνειν, ᾗ οἱ Ἀργεῖοι ἐκάθηντο, ὅπως, εἰ οἱ Ἀργεῖοι ἐπὶ σφᾶς ἰόντες ἐς τὸ πεδίον βοηθοῖεν, ἐφεπόμενοι τοῖς ἵπποις χρῷντο.
また、ボイオティア人、メガラ人、シキュオン人には、アルゴス人が陣を構えていたネメアへの道を下るように指示されていた。 それは、もしアルゴス人が平野の味方を救援するために自分たちに向かって移動した場合、背後から追撃して騎兵を利用できるようにするためであった。
§5.58.5καὶ ὁ μὲν οὕτω διατάξας καὶ ἐσβαλὼν ἐς τὸ πεδίον ἐδῄου Σάμινθόν τε καὶ ἄλλα·
そして彼はこのように配置して平野へと侵入し、サミントスやその他の場所を荒廃させた。