§5.58.1Ἀργεῖοι δὲ προαισθόμενοι τό τε πρῶτον τὴν παρασκευὴν τῶν Λακεδαιμονίων καὶ ἐπειδὴ ἐς τὸν Φλειοῦντα βουλόμενοι τοῖς ἄλλοις προσμεῖξαι ἐχώρουν, τότε δὴ ἐξεστράτευσαν καὶ αὐτοί· ἐβοήθησαν δ’ αὐτοῖς καὶ Μαντινῆς, ἔχοντες τοὺς σφετέρους ξυμμάχους, καὶ Ἠλείων τρισχίλιοι ὁπλῖται.
与此同时,阿耳戈斯人最初预先察觉到了拉刻代蒙人的准备,并且当拉刻代蒙人为了与其他人会合而向弗利乌斯进军时,那时他们自己也出兵了;而曼蒂内亚人(带着他们自己的盟友)以及三千名伊利斯重装步兵也来援助他们。
§5.58.2καὶ προϊόντες ἀπαντῶσι τοῖς Λακεδαιμονίοις ἐν Μεθυδρίῳ τῆς Ἀρκαδίας.
他们继续前进,在阿卡迪亚的梅夕德里翁与拉刻代蒙人相遇。
καὶ καταλαμβάνουσιν ἑκάτεροι λόφον· καὶ οἱ μὲν Ἀργεῖοι ὡς μεμονωμένοις τοῖς Λακεδαιμονίοις παρεσκευάζοντο μάχεσθαι, ὁ δὲ Ἆγις τῆς νυκτὸς ἀναστήσας τὸν στρατὸν καὶ λαθὼν ἐπορεύετο ἐς Φλειοῦντα παρὰ τοὺς ἄλλους ξυμμάχους.
双方各占领了一座山丘;阿耳戈斯人准备在拉刻代蒙人处于孤立状态时与之交战,但阿吉斯在夜间开拔军队,在未被察觉的情况下,向弗利乌斯进军,去与其他盟友会合。
§5.58.3καὶ οἱ Ἀργεῖοι αἰσθόμενοι ἅμα ἕῳ ἐχώρουν, πρῶτον μὲν ἐς Ἄργος, ἔπειτα δὲ ᾗ προσεδέχοντο τοὺς Λακεδαιμονίους μετὰ τῶν ξυμμάχων καταβήσεσθαι, τὴν κατὰ Νεμέαν ὁδόν.
阿耳戈斯人在拂晓时察觉到了这一点,于是他们开始移动,首先前往阿耳戈斯,然后前往他们预计拉刻代蒙人将与盟友一同走下的一条路,即经过内梅亚的道路。
§5.58.4Ἆγις δὲ ταύτην μὲν ἣν προσεδέχοντο οὐκ ἐτράπετο, παραγγείλας δὲ τοῖς Λακεδαιμονίοις καὶ Ἀρκάσι καὶ Ἐπιδαυρίοις ἄλλην ἐχώρησε χαλεπὴν καὶ κατέβη ἐς τὸ Ἀργείων πεδίον· καὶ Κορίνθιοι καὶ Πελληνῆς καὶ Φλειάσιοι ὄρθιον ἑτέραν ἐπορεύοντο· τοῖς δὲ Βοιωτοῖς καὶ Μεγαρεῦσι καὶ Σικυωνίοις εἴρητο τὴν ἐπὶ Νεμέας ὁδὸν καταβαίνειν, ᾗ οἱ Ἀργεῖοι ἐκάθηντο, ὅπως, εἰ οἱ Ἀργεῖοι ἐπὶ σφᾶς ἰόντες ἐς τὸ πεδίον βοηθοῖεν, ἐφεπόμενοι τοῖς ἵπποις χρῷντο.
但阿吉斯没有走他们所预期的这条路,而是向拉刻代蒙人、阿卡迪亚人和埃皮达夫鲁斯人下达命令,走另一条艰难的道路,降入阿耳戈斯平原;而科林斯人、佩莱内人和弗利乌斯人则走另一条陡峭的上坡路;至于波奥蒂亚人、麦加拉人和西库翁人,则被命令沿通往内梅亚的道路下山,而阿耳戈斯人正驻扎在那里,以便如果阿耳戈斯人走向平原去增援,他们可以紧随其后并使用他们的骑兵。
§5.58.5καὶ ὁ μὲν οὕτω διατάξας καὶ ἐσβαλὼν ἐς τὸ πεδίον ἐδῄου Σάμινθόν τε καὶ ἄλλα·
他如此部署并攻入平原,蹂躏了萨敏托斯及其他地方。