§5.55.1καὶ καθ’ ὃν χρόνον ἐν τῇ Ἐπιδαύρῳ οἱ Ἀργεῖοι ἦσαν, ἐς Μαντίνειαν πρεσβεῖαι ἀπὸ τῶν πόλεων ξυνῆλθον, Ἀθηναίων παρακαλεσάντων.
そしてアルゴス人がエピダウロスに滞在していたその時、アテナイ人の呼びかけにより、諸都市からの使節団がマンティネイアに集まった。
καὶ γιγνομένων λόγων Εὐφαμίδας ὁ Κορίνθιος οὐκ ἔφη τοὺς λόγους τοῖς ἔργοις ὁμολογεῖν·
そして会談が行われるなか、コリントス人のエウパミダスは、その主張と言行が一致していないと述べた。
σφεῖς μὲν γὰρ περὶ εἰρήνης ξυγκαθῆσθαι, τοὺς δ’ Ἐπιδαυρίους καὶ τοὺς ξυμμάχους καὶ τοὺς Ἀργείους μεθ’ ὅπλων ἀντιτετάχθαι·
というのも、自分たちは平和について話し合うために席を並べているのに、エピダウロス人とその同盟国、およびアルゴス人は武装して対峙しているからである。
διαλῦσαι οὖν πρῶτον χρῆναι ἀφ’ ἑκατέρων ἐλθόντας τὰ στρατόπεδα, καὶ οὕτω πάλιν λέγειν περὶ τῆς εἰρήνης.
それゆえ、まずは双方から赴き、それぞれの軍隊を解散させ、その上で改めて平和について話し合うべきであるとした。
§5.55.2καὶ πεισθέντες ᾤχοντο καὶ τοὺς Ἀργείους ἀπήγαγον ἐκ τῆς Ἐπιδαυρίας.
そして彼らは説得されて出発し、アルゴス人をエピダウロス領から引き揚げさせた。
ὕστερον δὲ ἐς τὸ αὐτὸ ξυνελθόντες οὐδ’ ὣς ἐδυνήθησαν ξυμβῆναι, ἀλλ’ οἱ Ἀργεῖοι πάλιν ἐς τὴν Ἐπιδαυρίαν ἐσέβαλον καὶ ἐδῄουν.
しかしその後、彼らは同じ場所に再び集まったものの、それでも合意に達することはできず、アルゴス人は再びエピダウロス領に侵入して略奪を働いた。
§5.55.3ἐξεστράτευσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι ἐς Καρύας,καὶ ὡς οὐδ’ ἐνταῦθα τὰ διαβατήρια αὐτοῖς ἐγένετο, ἐπανεχώρησαν.
またラケダイモン人たちもカリュアイへ出陣したが、ここでも国境通過の犠牲式が吉と出なかったため、退却した。
§5.55.4Ἀργεῖοι δὲ τεμόντες τῆς Ἐπιδαυρίας ὡς τὸ τρίτον μέρος ἀπῆλθον ἐπ’ οἴκου.
アルゴス人はエピダウロス領の約3分の1を略奪した後に帰国した。
καὶ Ἀθηναίων αὐτοῖς χίλιοι ἐβοήθησαν ὁπλῖται καὶ Ἀλκιβιάδης στρατηγός· πυθόμενος δὲ τοὺς Λακεδαιμονίους ἐξεστρατεῦσθαι, καὶ ὡς οὐδὲν ἔτι αὐτῶν ἔδει, ἀπῆλθεν.
またアテナイ人からは、重装歩兵千人と将軍アルキビアデスが彼らの救援に駆けつけたが、ラケダイモン人の遠征が中止されたことを知ると、彼らの必要がもはやなくなったため、帰還した。
καὶ τὸ θέρος οὕτω διῆλθεν.
このようにして夏が過ぎ去った。