Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.55.1-5.55.4

曼提尼亚谈判破裂与阿耳戈斯的再入侵

第 555 段,共 917 段 · 希腊语

内容简介

应雅典之邀,各城邦使团在曼提尼亚集会进行和平谈判,但未达成协议,阿耳戈斯人再次入侵埃皮达夫鲁斯。拉刻代蒙人因祭祀不吉取消出兵,雅典援军也随即撤回,夏天至此结束。

§5.55.1καὶ καθ’ ὃν χρόνον ἐν τῇ Ἐπιδαύρῳ οἱ Ἀργεῖοι ἦσαν, ἐς Μαντίνειαν πρεσβεῖαι ἀπὸ τῶν πόλεων ξυνῆλθον, Ἀθηναίων παρακαλεσάντων.
在阿耳戈斯人滞留在埃皮达夫鲁斯期间,应雅典人的邀请,各城邦的使团在曼提尼亚集会。
καὶ γιγνομένων λόγων Εὐφαμίδας ὁ Κορίνθιος οὐκ ἔφη τοὺς λόγους τοῖς ἔργοις ὁμολογεῖν· σφεῖς μὲν γὰρ περὶ εἰρήνης ξυγκαθῆσθαι, τοὺς δ’ Ἐπιδαυρίους καὶ τοὺς ξυμμάχους καὶ τοὺς Ἀργείους μεθ’ ὅπλων ἀντιτετάχθαι·
在举行会谈时,科林斯人欧帕米达斯表示,言语与行动并不一致:因为他们自己正坐在一起讨论和平,而埃皮达夫鲁斯人及其盟友以及阿耳戈斯人却正武装对峙。
διαλῦσαι οὖν πρῶτον χρῆναι ἀφ’ ἑκατέρων ἐλθόντας τὰ στρατόπεδα, καὶ οὕτω πάλιν λέγειν περὶ τῆς εἰρήνης.
因此,首先应该由双方派人去解散军队,然后再回来讨论和平。
§5.55.2καὶ πεισθέντες ᾤχοντο καὶ τοὺς Ἀργείους ἀπήγαγον ἐκ τῆς Ἐπιδαυρίας.
他们被说服后便动身,使阿耳戈斯人从埃皮达夫鲁斯撤军。
ὕστερον δὲ ἐς τὸ αὐτὸ ξυνελθόντες οὐδ’ ὣς ἐδυνήθησαν ξυμβῆναι, ἀλλ’ οἱ Ἀργεῖοι πάλιν ἐς τὴν Ἐπιδαυρίαν ἐσέβαλον καὶ ἐδῄουν.
但后来他们再次在同一地点集会,即使这样也无法达成协议,于是阿耳戈斯人再次侵入埃皮达夫鲁斯领地并进行掠夺。
§5.55.3ἐξεστράτευσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι ἐς Καρύας,καὶ ὡς οὐδ’ ἐνταῦθα τὰ διαβατήρια αὐτοῖς ἐγένετο, ἐπανεχώρησαν.
拉刻代蒙人也出兵到卡里埃,但由于在那里的过境祭祀也未得吉兆,他们便退兵了。
§5.55.4Ἀργεῖοι δὲ τεμόντες τῆς Ἐπιδαυρίας ὡς τὸ τρίτον μέρος ἀπῆλθον ἐπ’ οἴκου.
阿耳戈斯人在掠夺了埃皮达夫鲁斯约三分之一的领地后便返回家园。
καὶ Ἀθηναίων αὐτοῖς χίλιοι ἐβοήθησαν ὁπλῖται καὶ Ἀλκιβιάδης στρατηγός· πυθόμενος δὲ τοὺς Λακεδαιμονίους ἐξεστρατεῦσθαι, καὶ ὡς οὐδὲν ἔτι αὐτῶν ἔδει, ἀπῆλθεν.
雅典人也派了一千名重装步兵和将军阿尔西比亚德斯来援助他们;但阿尔西比亚德斯得知拉刻代蒙人已经退兵,既然已不再需要他们,便撤回了。
καὶ τὸ θέρος οὕτω διῆλθεν.
夏天就这样过去了。

词汇与语法注释

  1. §5.55.1τοὺς λόγους τοῖς ἔργοις ὁμολογεῖν — 意为“言语(主张)与事实(实际行动)不符”。与格名词短语 τοῖς ἔργοις 是动词 ὁμολογεῖν(与……一致、和谐)的补语。
  2. §5.55.1σφεῖς μὲν γὰρ... ἀντιτετάχθαι — 这些不定式从句是依附于 οὐκ ἔφη 的间接引语。对比小词 μέν 和 δέ 将为了和平而坐在一起的“他们自己”(σφεῖς,指代使节们的宾格主语)与全副武装对峙的“埃皮达夫鲁斯人及其盟友以及阿耳戈斯人”这两种矛盾的状况进行了对比。
  3. §5.55.1ἀφ’ ἑκατέρων ἐλθόντας — 意为“由双方(使节们)前去”。宾格分词 ἐλθόντας 的逻辑主语是不定式 χρῆναι 的逻辑主语(即使节们自身),与前文的宾格主语 σφεῖς 一致。
  4. §5.55.4τῆς Ἐπιδαυρίας ὡς τὸ τρίτον μέρος — “埃皮达夫鲁斯领地的大约三分之一”。属格的 τῆς Ἐπιδαυρίας 是部分属格,修饰 τὸ τρίτον μέρος。ὡς 是副词,与数词或分数连用时意为“大约”。
  5. §5.55.4πυθόμενος δὲ τοὺς Λακεδαιμονίους ἐξεστρατεῦσθαι — 主格分词 πυθόμενος(得知、知觉)的主语是阿尔西比亚德斯(Ἀλκιβιάδης),其后接“宾格加不定式”结构(τοὺς Λακεδαιμονίους ἐξεστρατεῦσθαι)作为宾语。完成时不定式 ἐξεστρατεῦσθαι 表示“已经完成了出兵(即已撤兵)”这一既成事实。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.55.1-5.55.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.55.1-5.55.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。