§5.50.1ὡς δ’ οὐκ ἐσήκουον, αὖθις τάδε ἠξίουν, Λέπρεον μὲν μὴ ἀποδοῦναι, εἰ μὴ βούλονται, ἀναβάντας δὲ ἐπὶ τὸν βωμὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἐπειδὴ προθυμοῦνται χρῆσθαι τῷ ἱερῷ, ἐπομόσαι ἐναντίον τῶν Ἑλλήνων ἦ μὴν ἀποδώσειν ὕστερον τὴν καταδίκην.
彼らが応じなかったので、エリス人は再び次のように要求した。 すなわち、もし望まないならばレプレオンを返還しなくてもよいが、彼らが聖域を使用することを切望している以上、オリンピアのゼウスの祭壇に登り、ギリシア人たちの前で、後日必ず罰金を支払うと誓うべきである、と。
§5.50.2ὡς δὲ οὐδὲ ταῦτα ἤθελον, Λακεδαιμόνιοι μὲν εἴργοντο τοῦ ἱεροῦ [θυσίας καὶ ἀγώνων] καὶ οἴκοι ἔθυον, οἱ δὲ ἄλλοι Ἕλληνες ἐθεώρουν πλὴν Λεπρεατῶν.
彼らがこれをも拒んだため、ラケダイモン人は聖域[犠牲式や競技会]から締め出されて自国で犠牲を捧げ、他のギリシア人たちはレプレオン人を除いて(競技会を)観戦した。
§5.50.3ὅμως δὲ οἱ Ἠλεῖοι δεδιότες μὴ βίᾳ θύσωσι, ξὺν ὅπλοις τῶν νεωτέρων φυλακὴν εἶχον·
それにもかかわらず、エリス人は彼らが武力で無理やり犠牲を捧げるのではないかと恐れ、若者たちの中から武装した警備隊を置いて監視した。
ἦλθον δὲ αὐτοῖς καὶ Ἀργεῖοι καὶ Μαντινῆς, χίλιοι ἑκατέρων, καὶ Ἀθηναίων ἱππῆς, οἳ ἐν Ἁρπίνῃ ὑπέμενον τὴν ἑορτήν.
彼らのもとには、アルゴス人とマンティネイア人がそれぞれ千人ずつ、またアテナイの騎兵も加わったが、これらはハルピナで待機して祭礼の期間を過ごしていた。
§5.50.4δέος δ’ ἐγένετο τῇ πανηγύρει μέγα μὴ ξὺν ὅπλοις ἔλθωσιν οἱ Λακεδαιμόνιοι, ἄλλως τε καὶ ἐπειδὴ καὶ Λίχας ὁ Ἀρκεσιλάου Λακεδαιμόνιος ἐν τῷ ἀγῶνι ὑπὸ τῶν ῥαβδούχων πληγὰς ἔλαβεν, ὅτι νικῶντος τοῦ ἑαυτοῦ ζεύγους καὶ ἀνακηρυχθέντος Βοιωτῶν δημοσίου κατὰ τὴν οὐκ ἐξουσίαν τῆς ἀγωνίσεως προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον, βουλόμενος δηλῶσαι ὅτι ἑαυτοῦ ἦν τὸ ἅρμα·
そして、ラケダイモン人が武装して押し寄せるのではないかという大きな恐怖が祭典の集まりに生じた。 とりわけ、アルケシラオスの息子であるラケダイモン人のリカスが競技中に警備兵たちから打たれた後はそうであった。 これは、彼の二頭立て馬車が勝利し、ラケダイモン人に競技資格がなかったためにボイオティアの公有名義で勝利を布告された際、リカスが競技場へ進み出て馭者に鉢巻きを巻き、その戦車が自身のものであることを示そうとしたためである。
ὥστε πολλῷ δὴ μᾶλλον ἐπεφόβηντο πάντες καὶ ἐδόκει τι νέον ἔσεσθαι.
このため全員がいっそう恐怖を募らせ、何か不穏な事態が起こるのではないかと思われた。
οἱ μέντοι Λακεδαιμόνιοι ἡσύχασάν τε καὶ ἡ ἑορτὴ αὐτοῖς οὕτω διῆλθεν.
しかし、ラケダイモン人は何事も起こさず、彼らにとって祭典はこのようにして過ぎ去った。
§5.50.5ἐς δὲ Κόρινθον μετὰ τὰ Ὀλύμπια Ἀργεῖοί τε καὶ οἱ ξύμμαχοι ἀφίκοντο δεησόμενοι αὐτῶν παρὰ σφᾶς ἐλθεῖν.
オリンピア競技会の後、アルゴス人とその同盟者たちはコリントスに赴き、彼らに自分たちの同盟に加わるよう要請した。
καὶ Λακεδαιμονίων πρέσβεις ἔτυχον παρόντες, καὶ πολλῶν λόγων γενομένων τέλος οὐδὲν ἐπράχθη, ἀλλὰ σεισμοῦ γενομένου διελύθησαν ἕκαστοι ἐπ’ οἴκου.
そこにはラケダイモン人の使節もたためま居合わせており、多大な議論が交わされたものの、結局何も合意に至らず、地震が発生したために各自帰路についた。
καὶ τὸ θέρος ἐτελεύτα.
こうして夏が終わった。