Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.50.1-5.50.5

奥林匹克节日期间的紧张与利卡斯事件

第 550 段,共 917 段 · 希腊语

内容简介

埃利斯人提出若拉刻代蒙人宣誓日后支付罚金则可进入圣所,但遭到拒绝。在奥林匹克节日期间,由于担忧拉刻代蒙人武力介入以及利卡斯被打事件,现场气氛紧张,但最终平安度过;随后在科林斯进行的结盟谈判亦无果而终,夏季随之结束。

§5.50.1ὡς δ’ οὐκ ἐσήκουον, αὖθις τάδε ἠξίουν, Λέπρεον μὲν μὴ ἀποδοῦναι, εἰ μὴ βούλονται, ἀναβάντας δὲ ἐπὶ τὸν βωμὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἐπειδὴ προθυμοῦνται χρῆσθαι τῷ ἱερῷ, ἐπομόσαι ἐναντίον τῶν Ἑλλήνων ἦ μὴν ἀποδώσειν ὕστερον τὴν καταδίκην.
由于他们不肯听从,埃利斯人再次提出如下要求:如果他们不愿,可以不归还勒普里翁,但既然他们渴望使用圣所,就应当登上奥林匹克宙斯的祭坛,在全体希腊人面前宣誓,日后必定缴纳罚金。
§5.50.2ὡς δὲ οὐδὲ ταῦτα ἤθελον, Λακεδαιμόνιοι μὲν εἴργοντο τοῦ ἱεροῦ [θυσίας καὶ ἀγώνων] καὶ οἴκοι ἔθυον, οἱ δὲ ἄλλοι Ἕλληνες ἐθεώρουν πλὴν Λεπρεατῶν.
但由于他们对此也予以拒绝,拉刻代蒙人便被排除在圣所[祭祀与竞技会]之外,只能在自己国内进行祭祀,而其他希腊人——除了勒普里翁人之外——则都参加了节日活动。
§5.50.3ὅμως δὲ οἱ Ἠλεῖοι δεδιότες μὴ βίᾳ θύσωσι, ξὺν ὅπλοις τῶν νεωτέρων φυλακὴν εἶχον·
尽管如此,埃利斯人因担心他们会用武力强行献祭,便派出了由年轻武装人员组成的守卫队进行防范。
ἦλθον δὲ αὐτοῖς καὶ Ἀργεῖοι καὶ Μαντινῆς, χίλιοι ἑκατέρων, καὶ Ἀθηναίων ἱππῆς, οἳ ἐν Ἁρπίνῃ ὑπέμενον τὴν ἑορτήν.
阿尔戈斯人和曼提尼亚人也各有千人前来协助他们,此外还有雅典的骑兵,他们在哈尔皮纳驻扎度过节日。
§5.50.4δέος δ’ ἐγένετο τῇ πανηγύρει μέγα μὴ ξὺν ὅπλοις ἔλθωσιν οἱ Λακεδαιμόνιοι, ἄλλως τε καὶ ἐπειδὴ καὶ Λίχας ὁ Ἀρκεσιλάου Λακεδαιμόνιος ἐν τῷ ἀγῶνι ὑπὸ τῶν ῥαβδούχων πληγὰς ἔλαβεν, ὅτι νικῶντος τοῦ ἑαυτοῦ ζεύγους καὶ ἀνακηρυχθέντος Βοιωτῶν δημοσίου κατὰ τὴν οὐκ ἐξουσίαν τῆς ἀγωνίσεως προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον, βουλόμενος δηλῶσαι ὅτι ἑαυτοῦ ἦν τὸ ἅρμα·
在节日集会中,人们产生了极大的恐慌,担心拉刻代蒙人会持械前来,尤其是在阿耳刻西劳斯之子、拉刻代蒙人利卡斯在竞技中被执棒人抽打之后。 这是因为,尽管由于没有参赛资格,他的双马战车获胜时被宣布为波奥蒂亚公有,但利卡斯仍走入赛场,将发带系在御者头上,企图表明这辆战车是属于他自己的。
ὥστε πολλῷ δὴ μᾶλλον ἐπεφόβηντο πάντες καὶ ἐδόκει τι νέον ἔσεσθαι.
因此,所有人都更加恐惧,以为会有什么变乱发生。
οἱ μέντοι Λακεδαιμόνιοι ἡσύχασάν τε καὶ ἡ ἑορτὴ αὐτοῖς οὕτω διῆλθεν.
然而,拉刻代蒙人却安分守己,节日对他们而言就这样过去了。
§5.50.5ἐς δὲ Κόρινθον μετὰ τὰ Ὀλύμπια Ἀργεῖοί τε καὶ οἱ ξύμμαχοι ἀφίκοντο δεησόμενοι αὐτῶν παρὰ σφᾶς ἐλθεῖν.
奥林匹克运动会后,阿尔戈斯人及其盟友前往科林斯,请求科林斯人加入他们的联盟。
καὶ Λακεδαιμονίων πρέσβεις ἔτυχον παρόντες, καὶ πολλῶν λόγων γενομένων τέλος οὐδὲν ἐπράχθη, ἀλλὰ σεισμοῦ γενομένου διελύθησαν ἕκαστοι ἐπ’ οἴκου.
当时恰好也有拉刻代蒙人的使节在场,经过诸多商讨,最终未达成任何结果,而是因发生地震,众人各自散去回家。
καὶ τὸ θέρος ἐτελεύτα.
夏天就这样结束了。

词汇与语法注释

  1. §5.50.1ἀναβάντας δὲ ἐπὶ τὸν βωμὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου... ἐπομόσαι — 宾格分词 ἀναβάντας 与其后不定式 ἐπομόσαι 的省略主语(即拉刻代蒙人)在格上保持一致。
  2. §5.50.4νικῶντος τοῦ ἑαυτοῦ ζεύγους καὶ ἀνακηρυχθέντος Βοιωτῶν δημοσίου — 此处并列了两个属格独立结构,其中后者的 Βοιωτῶν δημοσίου 起表语作用,意为“作为波奥蒂亚公有之物”。
  3. §5.50.4κατὰ τὴν οὐκ ἐξουσίαν τῆς ἀγωνίσεως — 意为“由于没有参赛资格”。介词 κατά 表示原因,否定词 οὐκ 直接修饰名词 ἐξουσία,表示“权力的缺失”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.50.1-5.50.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.50.1-5.50.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。