§5.40.1ἅμα δὲ τῷ ἦρι εὐθὺς τοῦ ἐπιγιγνομένου θέρους οἱ Ἀργεῖοι, ὡς οἵ τε πρέσβεις τῶν Βοιωτῶν οὓς ἔφασαν πέμψειν οὐχ ἧκον τό τε Πάνακτον ᾔσθοντο καθαιρούμενον καὶ ξυμμαχίαν ἰδίαν γεγενημένην τοῖς Βοιωτοῖς πρὸς τοὺς Λακεδαιμονίους, ἔδεισαν μὴ μονωθῶσι καὶ ἐς Λακεδαιμονίους πᾶσα ἡ ξυμμαχία χωρήσῃ·
翌る夏の、春の訪れとともに直ちに、アルゴス人たちは、ボイオティア人が派遣すると言っていた使節たちが到着せず、またパナクトンが破壊されつつあること、そしてボイオティア人とラケダイモン人の間に独自の同盟が結ばれたことを知ったので、自分たちが孤立し、すべての同盟がラケダイモン人の側に移ってしまうのではないかと恐れた。
§5.40.2τοὺς γὰρ Βοιωτοὺς ᾤοντο πεπεῖσθαι ὑπὸ Λακεδαιμονίων τό τε Πάνακτον καθελεῖν καὶ ἐς τὰς Ἀθηναίων σπονδὰς ἐσιέναι, τούς τε Ἀθηναίους εἰδέναι ταῦτα, ὥστε οὐδὲ πρὸς Ἀθηναίους ἔτι σφίσιν εἶναι ξυμμαχίαν ποιήσασθαι, πρότερον ἐλπίζοντες ἐκ τῶν διαφορῶν, εἰ μὴ μείνειαν αὐτοῖς αἱ πρὸς Λακεδαιμονίους σπονδαί, τοῖς γοῦν Ἀθηναίοις ξύμμαχοι ἔσεσθαι.
というのも彼らは、ボイオティア人がラケダイモン人に説得されてパナクトンを破壊し、アテナイ人との条約に加わったのだと考え、アテナイ人もこのことを承知しているのだと考えたからである。 その結果、アテナイ人とさえもはや同盟を結ぶことは自分たちには不可能であると考えた。 以前は、(両者の)不和から、もし自分たちとラケダイモン人との条約が継続しないとしても、少なくともアテナイ人の同盟者にはなれるだろうと期待していたのだが。
§5.40.3ἀποροῦντες οὖν ταῦτα οἱ Ἀργεῖοι, καὶ φοβούμενοι μὴ Λακεδαιμονίοις καὶ Τεγεάταις, Βοιωτοῖς καὶ Ἀθηναίοις ἅμα πολεμῶσι, πρότερον οὐ δεχόμενοι τὰς Λακεδαιμονίων σπονδάς, ἀλλ’ ἐν φρονήματι ὄντες τῆς Πελοποννήσου ἡγήσεσθαι, ἔπεμπον ὡς ἐδύναντο τάχιστα ἐς τὴν Λακεδαίμονα πρέσβεις Εὔστροφον καὶ Αἴσωνα, οἳ ἐδόκουν προσφιλέστατοι αὐτοῖς εἶναι, ἡγούμενοι ἐκ τῶν παρόντων κράτιστα πρὸς Λακεδαιμονίους σπονδὰς ποιησάμενοι, ὅπῃ ἂν ξυγχωρῇ, ἡσυχίαν ἔχειν.
それゆえ、アルゴス人たちはこれらのことに途方に暮れ、ラケダイモン人、テゲア人、ボイオティア人、アテナイ人と同時に戦うことになるのではないかと恐れて、――以前はラケダイモン人の条約を受け入れず、むしろペロポネソスを主導するのだという高慢な態度をとっていたのだが――できるだけ速やかに、ラケダイモン人にとって最も親しいと思われる使節、エウストロポスとアイソンをラケダイモンへと派遣した。 現状においては、どのような条件であれ折り合いがつく方法でラケダイモン人と条約を結び、平穏を保つことが最善であると考えたからである。