§5.41.1καὶ οἱ πρέσβεις ἀφικόμενοι αὐτῶν λόγους ἐποιοῦντο πρὸς τοὺς Λακεδαιμονίους ἐφ’ ᾧ ἂν σφίσιν αἱ σπονδαὶ γίγνοιντο.
そして使節たちは到着すると、どのような条件で条約が結ばれるかについて、ラケダイモン人たちと交渉を行った。
§5.41.2καὶ τὸ μὲν πρῶτον οἱ Ἀργεῖοι ἠξίουν δίκης ἐπιτροπὴν σφίσι γενέσθαι ἢ ἐς πόλιν τινὰ ἢ ἰδιώτην περὶ τῆς Κυνουρίας γῆς, ἧς αἰεὶ πέρι διαφέρονται μεθορίας οὔσης (ἔχει δὲ ἐν αὑτῇ Θυρέαν καὶ Ἀνθήνην πόλιν, νέμονται δ’ αὐτὴν Λακεδαιμόνιοι)·
そして、最初はアルゴス人たちは、国境地帯であり常に争いの原因となっているクヌリアの地をめぐって、どこかの都市国家か個人を仲裁者とする裁判に付すことを要求した(この地にはテュレアとアンテネの町があり、現在はラケダイモン人が占有している)。
ἔπειτα δ’ οὐκ ἐώντων Λακεδαιμονίων μεμνῆσθαι περὶ αὐτῆς, ἀλλ᾽, εἰ βούλονται σπένδεσθαι ὥσπερ πρότερον, ἑτοῖμοι εἶναι, οἱ Ἀργεῖοι πρέσβεις τάδε ὅμως ἐπηγάγοντο τοὺς Λακεδαιμονίους ξυγχωρῆσαι, ἐν μὲν τῷ παρόντι σπονδὰς ποιήσασθαι ἔτη πεντήκοντα, ἐξεῖναι δ᾽ ὁποτεροισοῦν προκαλεσαμένοις, μήτε νόσου οὔσης μήτε πολέμου Λακεδαίμονι καὶ Ἄργει, διαμάχεσθαι περὶ τῆς γῆς ταύτης, ὥσπερ καὶ πρότερόν ποτε ὅτε αὐτοὶ ἑκάτεροι ἠξίωσαν νικᾶν, διώκειν δὲ μὴ ἐξεῖναι περαιτέρω τῶν πρὸς Ἄργος καὶ Λακεδαίμονα ὅρων.
しかし、ラケダイモン人がこの地について言及することを許さず、以前のように条約を結ぶことを望むなら応じる用意があると述べたため、アルゴス人の使節は、それでもなお、ラケダイモン人に次の条件を承認させることに成功した。 すなわち、当面は50年間の条約を結ぶが、ラケダイモンとアルゴスの双方において疫病も戦争もないときに、どちらか一方が挑戦を突きつけたうえで、かつて双方が自らを勝者であると主張した時のように、この土地をめぐって決戦を行うことができること、ただしアルゴスおよびラケダイモンの国境を越えて追撃することは許されないこと、という条件である。
§5.41.3τοῖς δὲ Λακεδαιμονίοις τὸ μὲν πρῶτον ἐδόκει μωρία εἶναι ταῦτα, ἔπειτα (ἐπεθύμουν γὰρ τὸ Ἄργος πάντως φίλιον ἔχειν) ξυνεχώρησαν ἐφ’ οἷς ἠξίουν καὶ ξυνεγράψαντο.
ラケダイモン人にとっては、最初はこの提案は愚気の沙汰と思われたが、その後(彼らはどうしてもアルゴスを友邦にしておきたかったので)、彼らが要求した条件に合意し、契約書を作成した。
ἐκέλευον δ᾽ οἱ Λακεδαιμόνιοι, πρὶν τέλος τι αὐτῶν ἔχειν, ἐς τὸ Ἄργος πρῶτον ἐπαναχωρήσαντας αὐτοὺς δεῖξαι τῷ πλήθει, καὶ ἢν ἀρέσκοντα ᾖ, ἥκειν ἐς τὰ Ὑακίνθια τοὺς ὅρκους ποιησομένους.
しかしラケダイモン人は、これらが最終的な決定となる前に、まずはアルゴスに帰国して民衆にこれを示し、もし承認されるならば、ヒュアキンティア祭のときに誓約を交わすために再び来るようにと命じた。
καὶ οἱ μὲν ἀνεχώρησαν·
そこで彼らは帰国した。