Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.40.1-5.40.3

阿耳戈斯向拉刻代蒙派遣求和使节

第 540 段,共 917 段 · 希腊语

内容简介

得知波奥蒂亚与拉刻代蒙结盟后,阿耳戈斯人因害怕孤立,遂向拉刻代蒙派遣使节,谋求缔结此前曾拒绝过的和约。

§5.40.1ἅμα δὲ τῷ ἦρι εὐθὺς τοῦ ἐπιγιγνομένου θέρους οἱ Ἀργεῖοι, ὡς οἵ τε πρέσβεις τῶν Βοιωτῶν οὓς ἔφασαν πέμψειν οὐχ ἧκον τό τε Πάνακτον ᾔσθοντο καθαιρούμενον καὶ ξυμμαχίαν ἰδίαν γεγενημένην τοῖς Βοιωτοῖς πρὸς τοὺς Λακεδαιμονίους, ἔδεισαν μὴ μονωθῶσι καὶ ἐς Λακεδαιμονίους πᾶσα ἡ ξυμμαχία χωρήσῃ·
在接下来的夏天的初春伊始,阿耳戈斯人看到波奥蒂亚人曾说要派遣的使节没有到来,并得知帕纳克托姆正被拆毁,以及波奥蒂亚人与拉刻代蒙人之间已经结成了单独同盟,因而害怕自己会被孤立,而整个联盟都会投向拉刻代蒙人。
§5.40.2τοὺς γὰρ Βοιωτοὺς ᾤοντο πεπεῖσθαι ὑπὸ Λακεδαιμονίων τό τε Πάνακτον καθελεῖν καὶ ἐς τὰς Ἀθηναίων σπονδὰς ἐσιέναι, τούς τε Ἀθηναίους εἰδέναι ταῦτα, ὥστε οὐδὲ πρὸς Ἀθηναίους ἔτι σφίσιν εἶναι ξυμμαχίαν ποιήσασθαι, πρότερον ἐλπίζοντες ἐκ τῶν διαφορῶν, εἰ μὴ μείνειαν αὐτοῖς αἱ πρὸς Λακεδαιμονίους σπονδαί, τοῖς γοῦν Ἀθηναίοις ξύμμαχοι ἔσεσθαι.
因为他们以为,波奥蒂亚人是在拉刻代蒙人的劝说下才拆毁帕纳克托姆并加入与雅典人的条约的,且雅典人也知晓此事,以至于他们觉得甚至再也无法与雅典人结成同盟;而在此之前,他们曾因双方的分歧而希望,即使他们与拉刻代蒙人的条约不能维持,至少也能成为雅典人的盟友。
§5.40.3ἀποροῦντες οὖν ταῦτα οἱ Ἀργεῖοι, καὶ φοβούμενοι μὴ Λακεδαιμονίοις καὶ Τεγεάταις, Βοιωτοῖς καὶ Ἀθηναίοις ἅμα πολεμῶσι, πρότερον οὐ δεχόμενοι τὰς Λακεδαιμονίων σπονδάς, ἀλλ’ ἐν φρονήματι ὄντες τῆς Πελοποννήσου ἡγήσεσθαι, ἔπεμπον ὡς ἐδύναντο τάχιστα ἐς τὴν Λακεδαίμονα πρέσβεις Εὔστροφον καὶ Αἴσωνα, οἳ ἐδόκουν προσφιλέστατοι αὐτοῖς εἶναι, ἡγούμενοι ἐκ τῶν παρόντων κράτιστα πρὸς Λακεδαιμονίους σπονδὰς ποιησάμενοι, ὅπῃ ἂν ξυγχωρῇ, ἡσυχίαν ἔχειν.
因此,阿耳戈斯人对此感到束手无策,并且担心会同时与拉刻代蒙人、特格阿人、波奥蒂亚人以及雅典人作战,——尽管他们以前拒绝接受拉刻代蒙人的条约,而是心存高傲,以为自己将领导伯罗奔尼撒——还是尽其可能迅速地向拉刻代蒙派遣了使节欧斯特罗福斯和埃宋,他们被认为是对拉刻代蒙人最亲善的人。 因为他们认为,在眼下的情况下,最好是通过任何可能达成妥协的方式与拉刻代蒙人缔结条约,从而保持和平。

词汇与语法注释

  1. 5.40.1ἅμα δὲ τῷ ἦρι εὐθὺς τοῦ ἐπιγιγνομένου θέρους — 在修昔底德的记述中,“夏天(θέρος)”指代从春到秋整个战争季节。因此,属格 τοῦ ἐπιγιγνομένου θέρους 起到限定时间范围的作用,意为“随着接下来的战争年度之春的开始”。
  2. 5.40.2τούς τε Ἀθηναίους εἰδέναι ταῦτα — 不定词 εἰδέναι 是依附于前文动词 ᾤοντο(他们以为)的“对格加不定词(AcI)”结构的一部分,其逻辑主语是 τούς ... Ἀθηναίους,反映了阿耳戈斯人的误判,即以为雅典人也知晓并默认了这些事态。
  3. 5.40.2ὥστε οὐδὲ πρὸς Ἀθηναίους ἔτι σφίσιν εἶναι ξυμμαχίαν ποιήσασθαι — 不定词 εἶναι 在此作为非人称动词,相当于 ἔξεστι(可能),与与格 σφίσιν(阿耳戈斯人自身,间接反身代词)连用,表示“对他们而言,结盟已不可能”。
  4. 5.40.3οἳ ἐδόκουν προσφιλέστατοι αὐτοῖς εἶναι — 与格代词 αὐτοῖς 在语境中指代由前文 τὴν Λακεδαίμονα(拉刻代蒙)引出的拉刻代蒙人(斯巴达方面),表明阿耳戈斯人特意挑选了最受对方欢迎、有利于谈判的使节。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.40.1-5.40.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.40.1-5.40.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。