§5.4.1Φαίαξ δὲ ὁ Ἐρασιστράτου τρίτος αὐτὸς Ἀθηναίων πεμπόντων ναυσὶ δύο ἐς Ἰταλίαν καὶ Σικελίαν πρεσβευτὴς ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέπλευσεν.
エラシストラトスの子ファイアクスは、アテナイ人たちが彼を含めて三人で二隻の船によりイタリアとシケリアに使節として派遣する中、ほぼ同じ頃に出帆した。
§5.4.2Λεοντῖνοι γὰρ ἀπελθόντων Ἀθηναίων ἐκ Σικελίας μετὰ τὴν ξύμβασιν πολίτας τε ἐπεγράψαντο πολλοὺς καὶ ὁ δῆμος τὴν γῆν ἐπενόει ἀναδάσασθαι.
というのも、レオンティノイ人たちは、和約ののちにアテナイ人たちがシケリアから撤退すると、多くの新たな市民を登録し、さらに民衆は土地の再分配を企てていたからである。
§5.4.3οἱ δὲ δυνατοὶ αἰσθόμενοι Συρακοσίους τε ἐπάγονται καὶ ἐκβάλλουσι τὸν δῆμον.
しかし有力者たちはこれを察知すると、シュラクサイ人を引き入れて民衆を追放した。
καὶ οἱ μὲν ἐπλανήθησαν ὡς ἕκαστοι, οἱ δὲ δυνατοὶ ὁμολογήσαντες Συρακοσίοις καὶ τὴν πόλιν ἐκλιπόντες καὶ ἐρημώσαντες Συρακούσας ἐπὶ πολιτείᾳ ᾤκησαν.
そして民衆はそれぞれ方々に離散したが、有力者たちはシュラクサイ人と協定を結び、自分たちの市を放棄して無人にしたうえで、市民権を得てシュラクサイに移住した。
§5.4.4καὶ ὕστερον πάλιν αὐτῶν τινὲς διὰ τὸ μὴ ἀρέσκεσθαι ἀπολιπόντες ἐκ τῶν Συρακουσῶν Φωκαίας τε τῆς πόλεώς τι τῆς Λεοντίνων χωρίον καλούμενον καταλαμβάνουσι καὶ Βρικιννίας ὂν ἔρυμα ἐν τῇ Λεοντίνῃ.
その後再び、彼らのうちの一部は満足のいかない生活からシュラクサイを離れ、レオンティノイの町の一部でフォーカイアイと呼ばれる地区を占領し、さらにレオンティノイ領内にある砦ブリキンニアイをも占領した。
καὶ τῶν τοῦ δήμου τότε ἐκπεσόντων οἱ πολλοὶ ἦλθον ὡς αὐτούς, καὶ καταστάντες ἐκ τῶν τειχῶν ἐπολέμουν.
そして当時追放された民衆の多くが彼らのもとに合流し、これら砦を拠点に戦いを挑んだ。
§5.4.5ἃ πυνθανόμενοι οἱ Ἀθηναῖοι τὸν Φαίακα πέμπουσιν, εἴ πως πείσαντες τοὺς σφίσιν ὄντας αὐτόθι ξυμμάχους καὶ τοὺς ἄλλους, ἢν δύνωνται, Σικελιώτας κοινῇ ὡς Συρακοσίων δύναμιν περιποιουμένων ἐπιστρατεῦσαι, διασώσειαν τὸν δῆμον τῶν Λεοντίνων.
アテナイ人たちはこれらを知ると、現地にいる自分たちの同盟者や、可能であれば他のシケリア人たちをも説得し、シュラクサイ人が覇権を拡大しつつあることを理由に共同で遠征軍を起こさせ、何とかしてレオンティノイの民衆を救い出すために、ファイアクスを派遣した。
§5.4.6ὁ δὲ Φαίαξ ἀφικόμενος τοὺς μὲν Καμαριναίους πείθει καὶ Ἀκραγαντίνους, ἐν δὲ Γέλᾳ ἀντιστάντος αὐτῷ τοῦ πράγματος οὐκέτι ἐπὶ τοὺς ἄλλους ἔρχεται, αἰσθόμενος οὐκ ἂν πείθειν αὐτούς, ἀλλ’ ἀναχωρήσας διὰ τῶν Σικελῶν ἐς Κατάνην καὶ ἅμα ἐν τῇ παρόδῳ καὶ ἐς τὰς Βρικιννίας ἐλθὼν καὶ παραθαρσύνας ἀπέπλει.
ファイアクスは現地に到着すると、カマリナ人とアクラガス人の説得には成功したものの、ゲラにおいては交渉が反対に遭ったため、これ以上は他を説得できないと判断して、他の都市には赴かなかった。 そして、シケル人の居住地を通ってカタネへと退却し、その途中でブリキンニアイにも立ち寄ってそこの人々を鼓舞したうえで、帰路の航海についた。