§5.28.1οἱ δὲ τῶν Ἀργείων ἄνδρες ἀκούσαντες ἐπειδὴ ἀνήνεγκαν τοὺς λόγους ἔς τε τὰς ἀρχὰς καὶ τὸν δῆμον, ἐψηφίσαντο Ἀργεῖοι καὶ ἄνδρας εἵλοντο δώδεκα, πρὸς οὓς τὸν βουλόμενον τῶν Ἑλλήνων ξυμμαχίαν ποιεῖσθαι πλὴν Ἀθηναίων καὶ Λακεδαιμονίων·
アルゴスの人々は、それを聞くと当局と民衆にこの話を報告し、アルゴス人は決議を採択して12人の男を選んだ。 彼らに対して、アテナイ人とラケダイモン人を除くギリシア人のうち望む者が同盟を結ぶことができるようにした。
τούτων δὲ μηδετέροις ἐξεῖναι ἄνευ τοῦ δήμου τοῦ Ἀργείων σπείσασθαι.
ただし、これら二国のいずれとも、アルゴスの民衆の同意なしに条約を結ぶことは許されないものとした。
§5.28.2ἐδέξαντό τε ταῦτα οἱ Ἀργεῖοι μᾶλλον ὁρῶντες τόν τε Λακεδαιμονίων σφίσι πόλεμον ἐσόμενον (ἐπ’ ἐξόδῳ γὰρ πρὸς αὐτοὺς αἱ σπονδαὶ ἦσαν) καὶ ἅμα ἐλπίσαντες τῆς Πελοποννήσου ἡγήσεσθαι·
アルゴス人がこれらの提案をいっそう喜んで受け入れたのは、ラケダイモン人との戦争が自分たちに降りかかるであろうことを見越したため(彼らとの和約が満期に近づいていたからである)であり、同時に、自分たちがペロポネソスの覇権を握ることを期待したためであった。
κατὰ γὰρ τὸν χρόνον τοῦτον ἥ τε Λακεδαίμων μάλιστα δὴ κακῶς ἤκουσε καὶ ὑπερώφθη διὰ τὰς ξυμφοράς, οἵ τε Ἀργεῖοι ἄριστα ἔσχον τοῖς πᾶσιν, οὐ ξυναράμενοι τοῦ Ἀττικοῦ πολέμου, ἀμφοτέροις δὲ μᾶλλον ἔνσπονδοι ὄντες ἐκκαρπωσάμενοι.
というのも、この時期、ラケダイモンは極めて悪評を博し、数々の災厄によって軽んじられていたのに対し、アルゴス人はあらゆる面で最上の状態にあり、アッティカ戦争に加わらず、むしろ双方と休戦条約を結んでいたことで漁夫の利を得ていたからである。
§5.28.3οἱ μὲν οὖν Ἀργεῖοι οὕτως ἐς τὴν ξυμμαχίαν προσεδέχοντο τοὺς ἐθέλοντας τῶν Ἑλλήνων,
こうしてアルゴス人は、ギリシア人のうち望む者たちを同盟へと受け入れることにした。