§5.28.1οἱ δὲ τῶν Ἀργείων ἄνδρες ἀκούσαντες ἐπειδὴ ἀνήνεγκαν τοὺς λόγους ἔς τε τὰς ἀρχὰς καὶ τὸν δῆμον, ἐψηφίσαντο Ἀργεῖοι καὶ ἄνδρας εἵλοντο δώδεκα, πρὸς οὓς τὸν βουλόμενον τῶν Ἑλλήνων ξυμμαχίαν ποιεῖσθαι πλὴν Ἀθηναίων καὶ Λακεδαιμονίων· τούτων δὲ μηδετέροις ἐξεῖναι ἄνευ τοῦ δήμου τοῦ Ἀργείων σπείσασθαι.
阿哥斯的那几位人士听了这些话,在向当局和公民大会报告了这些提议之后,阿哥斯人通过了一项决议,并选出了十二个人,任何希望与阿哥斯人结盟的希腊城邦(雅典人和拉刻代蒙人除外)都可以与这十二人进行谈判;但规定在这两国中,任何一方在没有阿哥斯公民大会同意的情况下,都不得与其缔结和约。
§5.28.2ἐδέξαντό τε ταῦτα οἱ Ἀργεῖοι μᾶλλον ὁρῶντες τόν τε Λακεδαιμονίων σφίσι πόλεμον ἐσόμενον (ἐπ’ ἐξόδῳ γὰρ πρὸς αὐτοὺς αἱ σπονδαὶ ἦσαν) καὶ ἅμα ἐλπίσαντες τῆς Πελοποννήσου ἡγήσεσθαι·
阿哥斯人之所以更加乐意地接受了这些提议,一方面是因为他们预见到与拉刻代蒙人的战争即将来临(因为他们与拉刻代蒙人的和约即将到期),另一方面也是因为他们希望取得伯罗奔尼撒的领导权。
κατὰ γὰρ τὸν χρόνον τοῦτον ἥ τε Λακεδαίμων μάλιστα δὴ κακῶς ἤκουσε καὶ ὑπερώφθη διὰ τὰς ξυμφοράς, οἵ τε Ἀργεῖοι ἄριστα ἔσχον τοῖς πᾶσιν, οὐ ξυναράμενοι τοῦ Ἀττικοῦ πολέμου, ἀμφοτέροις δὲ μᾶλλον ἔνσπονδοι ὄντες ἐκκαρπωσάμενοι.
因为在这个时期,拉刻代蒙因其遭受的灾难而名声极坏且备受轻视,而阿哥斯人则在各方面都处于最佳状态,他们没有参与阿提卡战争,而是通过与双方都保持和约关系而坐收渔利。
§5.28.3οἱ μὲν οὖν Ἀργεῖοι οὕτως ἐς τὴν ξυμμαχίαν προσεδέχοντο τοὺς ἐθέλοντας τῶν Ἑλλήνων,
于是,阿哥斯人就这样开始接纳任何愿意结盟的希腊人,