§5.21.1Λακεδαιμόνιοι δέ (ἔλαχον γὰρ πρότεροι ἀποδιδόναι ἃ εἶχον) τούς τε ἄνδρας εὐθὺς τοὺς παρὰ σφίσιν αἰχμαλώτους ἀφίεσαν καὶ πέμψαντες ἐς τὰ ἐπὶ Θρᾴκης πρέσβεις Ἰσχαγόραν καὶ Μηνᾶν καὶ Φιλοχαρίδαν ἐκέλευον τὸν Κλεαρίδαν τὴν Ἀμφίπολιν παραδιδόναι τοῖς Ἀθηναίοις καὶ τοὺς ἄλλους τὰς σπονδάς, ὡς εἴρητο ἑκάστοις, δέχεσθαι.
ラケダイモン人は(というのも彼らは、自分が占有していたものを先に返還するくじを引いたからである)、手元にいた捕虜を直ちに解放し、そして、トラキア地方へ使節としてイスカゴラス、メナス、フィロカリダスを派遣して、クレアリダスに対してアムフィポリスをアテナイ人に引き渡すよう命じ、また他の人々に対しては、それぞれに定められていた通りに休戦条約を受け入れるよう命じた。
§5.21.2οἱ δ’ οὐκ ἤθελον, νομίζοντες οὐκ ἐπιτηδείας εἶναι·
しかし彼らは、それが自分たちにとって有利ではないと考えて、受け入れようとしなかった。
οὐδὲ ὁ Κλεαρίδας παρέδωκε τὴν πόλιν, χαριζόμενος τοῖς Χαλκιδεῦσι, λέγων ὡς οὐ δυνατὸς εἴη βίᾳ ἐκείνων παραδιδόναι.
またクレアリダスも、カルキディウス人に配慮して都市を引き渡さず、彼らの意に反して引き渡すことは不可能であると言い張った。
§5.21.3ἐλθὼν δὲ αὐτὸς κατὰ τάχος μετὰ πρέσβεων αὐτόθεν ἀπολογησόμενός τε ἐς τὴν Λακεδαίμονα, ἢν κατηγορῶσιν οἱ περὶ τὸν Ἰσχαγόραν ὅτι οὐκ ἐπείθετο, καὶ ἅμα βουλόμενος εἰδέναι εἰ ἔτι μετακινητὴ εἴη ἡ ὁμολογία, ἐπειδὴ ηὗρε κατειλημμένους, αὐτὸς μὲν πάλιν πεμπόντων τῶν Λακεδαιμονίων καὶ κελευόντων μάλιστα μὲν καὶ τὸ χωρίον παραδοῦναι, εἰ δὲ μή, ὁπόσοι Πελοποννησίων ἔνεισιν ἐξαγαγεῖν, κατὰ τάχος ἐπορεύετο.
しかし彼自身は、もしイスカゴラスの一行が彼が命令に従わなかったと非難した場合に備えて、現地からの使節たちを伴って急ぎスパルタへ申し開きをしに向かい、同時に、協定がまだ変更可能であるかどうかを知りたいと考えた。 しかし、彼らがすでに拘束されているのを知ると、ラケダイモン人が彼を追い返し、できればその場所を引き渡すこと、それが叶わぬなら、そこにいるペロポネソス人を全員撤退させることを命じたので、彼自身は急いで引き返していった。