§5.21.1Λακεδαιμόνιοι δέ (ἔλαχον γὰρ πρότεροι ἀποδιδόναι ἃ εἶχον) τούς τε ἄνδρας εὐθὺς τοὺς παρὰ σφίσιν αἰχμαλώτους ἀφίεσαν καὶ πέμψαντες ἐς τὰ ἐπὶ Θρᾴκης πρέσβεις Ἰσχαγόραν καὶ Μηνᾶν καὶ Φιλοχαρίδαν ἐκέλευον τὸν Κλεαρίδαν τὴν Ἀμφίπολιν παραδιδόναι τοῖς Ἀθηναίοις καὶ τοὺς ἄλλους τὰς σπονδάς, ὡς εἴρητο ἑκάστοις, δέχεσθαι.
拉刻代蒙人(因为他们抽签决定先归还他们所占有的地方)立即释放了他们手中的俘虏,并派遣伊斯卡戈拉斯、梅纳斯和菲洛哈里达斯作为使节前往色雷斯地区,命令克利亚里达斯将安菲波利斯移交给雅典人,并命令其他人按照对各自所规定的那样接受和约。
§5.21.2οἱ δ’ οὐκ ἤθελον, νομίζοντες οὐκ ἐπιτηδείας εἶναι· οὐδὲ ὁ Κλεαρίδας παρέδωκε τὴν πόλιν, χαριζόμενος τοῖς Χαλκιδεῦσι, λέγων ὡς οὐ δυνατὸς εἴη βίᾳ ἐκείνων παραδιδόναι.
但他们不愿接受,认为这对自己不利;克利亚里达斯也没有移交该城,因为他想讨好哈尔基迪斯人,声称自己无法违背他们的意愿强行移交。
§5.21.3ἐλθὼν δὲ αὐτὸς κατὰ τάχος μετὰ πρέσβεων αὐτόθεν ἀπολογησόμενός τε ἐς τὴν Λακεδαίμονα, ἢν κατηγορῶσιν οἱ περὶ τὸν Ἰσχαγόραν ὅτι οὐκ ἐπείθετο, καὶ ἅμα βουλόμενος εἰδέναι εἰ ἔτι μετακινητὴ εἴη ἡ ὁμολογία, ἐπειδὴ ηὗρε κατειλημμένους, αὐτὸς μὲν πάλιν πεμπόντων τῶν Λακεδαιμονίων καὶ κελευόντων μάλιστα μὲν καὶ τὸ χωρίον παραδοῦναι, εἰ δὲ μή, ὁπόσοι Πελοποννησίων ἔνεισιν ἐξαγαγεῖν, κατὰ τάχος ἐπορεύετο.
但他自己与当地的使节一起急忙前往拉刻代蒙,一方面是为了在伊斯卡戈拉斯一行指责他不服从命令时进行申辩,另一方面也是想知道该协定是否还有改变的余地。 当他发现他们已经被束缚时,拉刻代蒙人便将他遣回,并命令他尽最大可能移交该地,如果不行,则撤出其中的所有伯罗奔尼撒人,于是他自己便急忙往回赶。