§5.2.1Κλέων δὲ Ἀθηναίους πείσας ἐς τὰ ἐπὶ Θρᾴκης χωρία ἐξέπλευσε μετὰ τὴν ἐκεχειρίαν, Ἀθηναίων μὲν ὁπλίτας ἔχων διακοσίους καὶ χιλίους καὶ ἱππέας τριακοσίους, τῶν δὲ ξυμμάχων πλείους, ναῦς δὲ τριάκοντα.
一方クレオンは、アテナイ人たちを説得し、休戦期間の終了後にトラキア地方の諸地に向けて出帆した。 彼はアテナイ人の重装歩兵千二百名と騎兵三百名、同盟軍からはそれ以上の軍勢、そして船三十隻を率いていた。
§5.2.2σχὼν δὲ ἐς Σκιώνην πρῶτον ἔτι πολιορκουμένην καὶ προσλαβὼν αὐτόθεν ὁπλίτας τῶν φρουρῶν, κατέπλευσεν ἐς τὸν Κωφὸν λιμένα τῶν Τορωναίων ἀπέχοντα οὐ πολὺ τῆς πόλεως.
彼はまず、いまだ包囲中であったスキオネに立ち寄り、そこから守備隊の重装歩兵を追加で引き連れて、トローネー人の港で、市からさほど遠くない「コポス港」に入港した。
§5.2.3ἐκ δ’ αὐτοῦ, αἰσθόμενος ὑπ’ αὐτομόλων ὅτι οὔτε Βρασίδας ἐν τῇ Τορώνῃ οὔτε οἱ ἐνόντες ἀξιόμαχοι εἶεν, τῇ μὲν στρατιᾷ τῇ πεζῇ ἐχώρει ἐς τὴν πόλιν, ναῦς δὲ περιέπεμψε δέκα 〈ἐς 〉 τὸν λιμένα περιπλεῖν.
そこから彼は、脱走兵たちによって、ブラシダスがトローネーにおらず、また市内にいる者たちも対抗して戦えるだけの実力がないことを知り、陸軍を率いて市へと進軍し、船十隻を港へと迂回させて巡航させるために派遣した。
§5.2.4καὶ πρὸς τὸ περιτείχισμα πρῶτον ἀφικνεῖται, ὃ προσπεριέβαλε τῇ πόλει ὁ Βρασίδας ἐντὸς βουλόμενος ποιῆσαι τὸ προάστειον, καὶ διελὼν τοῦ παλαιοῦ τείχους μίαν αὐτὴν ἐποίησε πόλιν.
そして彼は、まず外側の防壁へと到達した。 これはブラシダスが郊外を市内に取り込もうと望んで、市に付け加えて囲んだものであり、古い壁の一部を取り壊すことで、全体を一つの市にしたものであった。