§5.114.1καὶ οἱ μὲν Ἀθηναίων πρέσβεις ἀνεχώρησαν ἐς τὸ στράτευμα·
そして、アテナイ人の使節たちは軍営に引き揚げた。
οἱ δὲ στρατηγοὶ αὐτῶν, ὡς οὐδὲν ὑπήκουον οἱ Μήλιοι, πρὸς πόλεμον εὐθὺς ἐτρέποντο καὶ διελόμενοι κατὰ πόλεις περιετείχισαν κύκλῳ τοὺς Μηλίους.
彼らの将軍たちは、メロス人が何ら従おうとしないので、直ちに戦争へと向かい、都市ごとに任務を分担して、メロス人を環状の城壁で囲み込んだ。
§5.114.2καὶ ὕστερον φυλακὴν σφῶν τε αὐτῶν καὶ τῶν ξυμμάχων καταλιπόντες οἱ Ἀθηναῖοι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀνεχώρησαν τῷ πλέονι τοῦ στρατοῦ.
その後、アテナイ人は自分たち自身と同盟国からなる守備隊を、陸上と海上の双方に残し、軍の大半を率いて引き揚げた。
οἱ δὲ λειπόμενοι παραμένοντες ἐπολιόρκουν τὸ χωρίον.
後に残された者たちは、その場に留まってその地を包囲し続けた。