§5.114.1καὶ οἱ μὲν Ἀθηναίων πρέσβεις ἀνεχώρησαν ἐς τὸ στράτευμα· οἱ δὲ στρατηγοὶ αὐτῶν, ὡς οὐδὲν ὑπήκουον οἱ Μήλιοι, πρὸς πόλεμον εὐθὺς ἐτρέποντο καὶ διελόμενοι κατὰ πόλεις περιετείχισαν κύκλῳ τοὺς Μηλίους.
And the Athenian ambassadors returned to the army; and their generals, since the Melians showed no sign of submission, immediately turned to war and, having divided the work among the contingents of the cities, surrounded the Melians with a wall all round.
§5.114.2καὶ ὕστερον φυλακὴν σφῶν τε αὐτῶν καὶ τῶν ξυμμάχων καταλιπόντες οἱ Ἀθηναῖοι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀνεχώρησαν τῷ πλέονι τοῦ στρατοῦ.
And afterwards, the Athenians, having left behind a guard composed of themselves and of the allies, both by land and by sea, withdrew with the greater part of the army.
οἱ δὲ λειπόμενοι παραμένοντες ἐπολιόρκουν τὸ χωρίον.
And those who were left behind remained and continued to besiege the place.