§5.115.1καὶ Ἀργεῖοι κατὰ τὸν χρόνον τὸν αὐτὸν ἐσβαλόντες ἐς τὴν Φλειασίαν καὶ λοχισθέντες ὑπό τε Φλειασίων καὶ τῶν σφετέρων φυγάδων διεφθάρησαν ὡς ὀγδοήκοντα.
またアルゴス人も同時期に、フレイアシアに侵入したものの、フレイアス人と自分たちの側の亡命者たちによる待ち伏せに遭い、約八十人が殺害された。
§5.115.2καὶ οἱ ἐκ τῆς Πύλου Ἀθηναῖοι Λακεδαιμονίων πολλὴν λείαν ἔλαβον·
またピュロスのアテナイ人たちはラケダイモン人から多くの略奪品を奪った。
καὶ Λακεδαιμόνιοι δι’ αὐτὸ τὰς μὲν σπονδὰς οὐδ’ ὣς ἀφέντες ἐπολέμουν αὐτοῖς, ἐκήρυξαν δὲ εἴ τις βούλεται παρὰ σφῶν Ἀθηναίους λῄζεσθαι.
ラケダイモン人はこのために、それでもなお条約を破棄することはせず、彼らと(全面的な)戦争を始めることもしなかったが、自分たちの側の者でアテナイ人を略奪したい者がいれば、そうしてよいと布告した。
§5.115.3καὶ Κορίνθιοι ἐπολέμησαν ἰδίων τινῶν διαφορῶν ἕνεκα τοῖς Ἀθηναίοις·
またコリントス人も、個別のいくつかの不和のためにアテナイ人と戦争をした。
οἱ δ’ ἄλλοι Πελοποννήσιοι ἡσύχαζον.
一方、他のペロポネソス人たちは静観していた。
§5.115.4εἷλον δὲ καὶ οἱ Μήλιοι τῶν Ἀθηναίων τοῦ περιτειχίσματος τὸ κατὰ τὴν ἀγορὰν προσβαλόντες νυκτός, καὶ ἄνδρας τε ἀπέκτειναν καὶ ἐσενεγκάμενοι σῖτόν τε καὶ ὅσα πλεῖστα ἐδύναντο χρήσιμα ἀναχωρήσαντες ἡσύχαζον·
またメロス人も、夜間に攻撃を仕掛けてアテナイ人の包囲壁のうち広場に面した部分を奪取し、守備兵を殺害した。 そして穀物やその他できる限り多くの有用な物資を運び入れた後に引き揚げ、静かにしていた。
καὶ οἱ Ἀθηναῖοι ἄμεινον τὴν φυλακὴν τὸ ἔπειτα παρεσκευάζοντο.
そのためアテナイ人は、その後はより厳重に守備を整えるようになった。
καὶ τὸ θέρος ἐτελεύτα.
そして夏が終わった。