Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §5.10.1-5.10.12

アムフィポリスの戦いと両将の戦死

510 / 917 箇所 · ギリシア語

要旨

ブラシダスは好機を見逃さずにアムフィポリスから出撃してアテナイ軍に急襲を仕掛け、アテナイ軍を敗走させるが、ブラシダスと撤退を試みたクレオンの両将がこの戦闘で命を落とした。

§5.10.1ὁ μὲν Βρασίδας τοσαῦτα εἰπὼν τήν τε ἔξοδον παρεσκευάζετο αὐτὸς καὶ τοὺς ἄλλους μετὰ τοῦ Κλεαρίδα καθίστη ἐπὶ τὰς Θρᾳκίας καλουμένας τῶν πυλῶν, ὅπως ὥσπερ εἴρητο ἐπεξίοιεν. §5.10.2τῷ δὲ Κλέωνι, φανεροῦ γενομένου αὐτοῦ ἀπὸ τοῦ Κερδυλίου καταβάντος καὶ ἐν τῇ πόλει ἐπιφανεῖ οὔσῃ ἔξωθεν περὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς θυομένου καὶ ταῦτα πράσσοντος, ἀγγέλλεται (προυκεχωρήκει γὰρ τότε κατὰ τὴν θέαν) ὅτι ἥ τε στρατιὰ ἅπασα φανερὰ τῶν πολεμίων ἐν τῇ πόλει καὶ ὑπὸ τὰς πύλας ἵππων τε πόδες πολλοὶ καὶ ἀνθρώπων ὡς ἐξιόντων ὑποφαίνονται. §5.10.3ὁ δὲ ἀκούσας ἐπῆλθεν· καὶ ὡς εἶδεν, οὐ βουλόμενος μάχῃ διαγωνίσασθαι πρίν οἱ καὶ τοὺς βοηθοὺς ἥκειν καὶ οἰόμενος φθήσεσθαι ἀπελθών, σημαίνειν τε ἅμα ἐκέλευεν ἀναχώρησιν καὶ παρήγγειλε τοῖς ἀπιοῦσιν ἐπὶ τὸ εὐώνυμον κέρας, ὥσπερ μόνον οἷόν τ’ ἦν, ὑπάγειν ἐπὶ τῆς Ἠιόνος. §5.10.4ὡς δ’ αὐτῷ ἐδόκει σχολὴ γίγνεσθαι, αὐτὸς ἐπιστρέψας τὸ δεξιὸν καὶ τὰ γυμνὰ πρὸς τοὺς πολεμίους δοὺς ἀπῆγε τὴν στρατιάν. §5.10.5κἀν τούτῳ Βρασίδας ὡς ὁρᾷ τὸν καιρὸν καὶ τὸ στράτευμα τῶν Ἀθηναίων κινούμενον, λέγει τοῖς μεθ’ ἑαυτοῦ καὶ τοῖς ἄλλοις ὅτι ‘οἱ ἄνδρες ἡμᾶς οὐ μενοῦσιν. δῆλοι δὲ τῶν τε δοράτων τῇ κινήσει καὶ τῶν κεφαλῶν· οἷς γὰρ ἂν τοῦτο γίγνηται, οὐκ εἰώθασι μένειν τοὺς ἐπιόντας. ἀλλὰ τάς τε πύλας τις ἀνοιγέτω ἐμοὶ ἃς εἴρηται, καὶ ἐπεξίωμεν ὡς τάχιστα θαρσοῦντες. ’ §5.10.6καὶ ὁ μὲν κατὰ τὰς ἐπὶ τὸ σταύρωμα πύλας καὶ τὰς πρώτας τοῦ μακροῦ τείχους τότε ὄντος ἐξελθὼν ἔθει δρόμῳ τὴν ὁδὸν ταύτην εὐθεῖαν, ᾗπερ νῦν κατὰ τὸ καρτερώτατον τοῦ χωρίου ἰόντι τροπαῖον ἕστηκε, καὶ προσβαλὼν τοῖς Ἀθηναίοις πεφοβημένοις τε ἅμα τῇ σφετέρᾳ ἀταξίᾳ καὶ τὴν τόλμαν αὐτοῦ ἐκπεπληγμένοις κατὰ μέσον τὸ στράτευμα τρέπει. §5.10.7καὶ ὁ Κλεαρίδας, ὥσπερ εἴρητο, ἅμα κατὰ τὰς Θρᾳκίας πύλας ἐπεξελθὼν τῷ στρατῷ ἐπεφέρετο. ξυνέβη τε τῷ ἀδοκήτῳ καὶ ἐξαπίνης ἀμφοτέρωθεν τοὺς Ἀθηναίους θορυβηθῆναι, §5.10.8καὶ τὸ μὲν εὐώνυμον κέρας αὐτῶν τὸ πρὸς τὴν Ἠιόνα, ὅπερ δὴ καὶ προυκεχωρήκει, εὐθὺς ἀπορραγὲν ἔφευγεν· καὶ ὁ Βρασίδας ὑποχωροῦντος ἤδη αὐτοῦ ἐπιπαριὼν τῷ δεξιῷ τιτρώσκεται, καὶ πεσόντα αὐτὸν οἱ μὲν Ἀθηναῖοι οὐκ αἰσθάνονται, οἱ δὲ πλησίον ἄραντες ἀπήνεγκαν. §5.10.9τὸ δὲ δεξιὸν τῶν Ἀθηναίων ἔμενέ [τε] μᾶλλον, καὶ ὁ μὲν Κλέων, ὡς τὸ πρῶτον οὐ διενοεῖτο μένειν, εὐθὺς φεύγων καὶ καταληφθεὶς ὑπὸ Μυρκινίου πελταστοῦ ἀποθνῄσκει, οἱ δὲ αὐτοῦ ξυστραφέντες ὁπλῖται ἐπὶ τὸν λόφον τόν τε Κλεαρίδαν ἠμύνοντο καὶ δὶς ἢ τρὶς προσβαλόντα, καὶ οὐ πρότερον ἐνέδοσαν πρὶν ἥ τε Μυρκινία καὶ ἡ Χαλκιδικὴ ἵππος καὶ οἱ πελτασταὶ περιστάντες καὶ ἐσακοντίζοντες αὐτοὺς ἔτρεψαν. §5.10.10οὕτω δὴ τὸ στράτευμα πᾶν ἤδη τῶν Ἀθηναίων φυγὸν χαλεπῶς καὶ πολλὰς ὁδοὺς τραπόμενοι κατὰ ὄρη, ὅσοι μὴ διεφθάρησαν ἢ αὐτίκα ἐν χερσὶν ἢ ὑπὸ τῆς Χαλκιδικῆς ἵππου καὶ τῶν πελταστῶν, οἱ λοιποὶ ἀπεκομίσθησαν ἐς τὴν Ἠιόνα. §5.10.11οἱ δὲ τὸν Βρασίδαν ἄραντες ἐκ τῆς μάχης καὶ διασώσαντες ἐς τὴν πόλιν ἔτι ἔμπνουν ἐσεκόμισαν· καὶ ᾔσθετο μὲν ὅτι νικῶσιν οἱ μεθ’ αὑτοῦ, οὐ πολὺ δὲ διαλιπὼν ἐτελεύτησεν. §5.10.12καὶ ἡ ἄλλη στρατιὰ ἀναχωρήσασα μετὰ τοῦ Κλεαρίδου ἐκ τῆς διώξεως νεκρούς τε ἐσκύλευσε καὶ τροπαῖον ἔστησεν.
ブラシダスはこのように語ると、自ら出撃の準備を整え、他の者たちをクレアリダスとともに、いわゆるトラキア門と呼ばれる城門に配置した。これは、あらかじめ合意されていた通りに彼らが突撃できるようにするためであった。一方、クレオンには(彼は当時、偵察のために前進していたのであるが)、ブラシダスがケルデュリオン山から下りてきて、城外からもはっきりと見える城内のアテナ神殿の近くで犠牲を捧げ、これらの準備に携わっているのが目撃されたため、敵の全軍が城内で一目瞭然であり、また門の下には、今にも出撃しようとするかのように多くの馬の足や人々の足が見えているという報告がもたらされた。これを聞いて彼は進み出て、その光景を目にすると、援軍が到着する前に決戦を行うことを望まず、また自分が先に退却することで先手を打てると考え、同時に退却の合図を鳴らすよう命じ、退却する者たちには、唯一可能な方法として左翼を先頭にしてエイオンの方へ退くよう指示した。しかし、退却が遅れているように思われたため、彼は自ら右翼を旋回させ、盾のない無防備な右側を敵に晒したまま、軍を率いて退却し始めた。この時、ブラシダスは好機が訪れたのを見て、アテナイ軍が移動し始めていることに気づき、自身の周囲の者たちや他の者たちに言った。「あの男たちは我々を待ち受けはしないだろう。彼らの槍の揺れや頭の動きからそれは明らかだ。このような動きを見せる者たちは、襲いかかる敵を待ち受けることには慣れていないものだ。さあ、誰か私のために、先ほど言及した門を開けよ。そして、勇気を持ってできる限り迅速に突撃しよう。」そして彼は、当時存在していた長城の最初の門であり、杭柵へと通じる門から出撃すると、その直線の道路を駆け足で疾走した。そこは、今日その場所の最も堅固な部分へと向かう途中に戦勝記念碑が立っている場所である。彼は、自らの無秩序に怯え、同時に彼の不敵さに驚愕しているアテナイ軍を襲撃し、その中央を敗走させた。同時にクレアリダスも、あらかじめ合意されていた通りにトラキア門から出撃し、軍を率いて突進した。そして、この不意の急襲により、アテナイ軍は両側からたちまち混乱に陥ることとなった。そして、エイオンに向かってすでに前進していた彼らの左翼は、直ちに本隊から引きちぎられるようにして逃走した。ブラシダスは、左翼がすでに退却している中で、彼らの右翼に向かって進撃していた時に負傷した。彼が倒れたことにアテナイ軍は気づかなかったが、近くにいた味方が彼を抱え上げて戦場から運び去った。アテナイ軍の右翼は比較的よく持ちこたえた。しかし、最初から踏みとどまるつもりのなかったクレオンは直ちに逃走し、ミルキノスの軽装歩兵に追いつかれて殺された。その場に集結したアテナイの重装歩兵たちは、丘の上でクレアリダスの二、三度にわたる攻撃を退けたが、ミルキノスとカルキディケの騎兵および軽装歩兵たちが彼らを取り囲み、投槍を浴びせて敗走させるまで、屈服しなかった。こうして、アテナイの全軍はすでに完全に敗走し、山を越える多くの道を通って命からがら逃げ延びた。白兵戦でその場で討たれるか、あるいはカルキディケの騎兵や軽装歩兵によって全滅させられなかった残りの者たちは、エイオンへと退却した。戦場からブラシダスを救い出した者たちは、彼をまだ息がある状態で城内へと運び入れた。彼は味方が勝利したことを知ったが、それから間もなくして息を引き取った。残りの軍勢は、追撃からクレアリダスとともに引き返すと、死者から武具を剥ぎ取り、戦勝記念碑を建てた。

語釈・文法注

  1. 5.10.2φανεροῦ γενομένου αὐτοῦ ἀπὸ τοῦ Κερδυλίου καταβάντος καὶ ἐν τῇ πόλει ἐπιφανεῖ οὔσῃ ἔξωθεν περὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς θυομένου καὶ ταῦτα πράσσοντος — 主文の与格 τῷ δὲ Κλέωνι「クレオンに対して」(ἀγγέλλεται の与格)の後に挿入された、非常に長い絶対属格(独立属格)の構造。属格の主語 αὐτοῦ(ブラシダスを指す)に対して、分詞 καταβάντος, θυομένου, πράσσοντος が一致している。また、εν τῇ πόλει「市内において」に、形容詞句/分詞 οὔσῃ がかかっており、ἐπιφανεῖ οὔσῃ ἔξωθεν「外からよく見える(市)」という修飾関係を作っている。
  2. 5.10.3πρίν οἱ καὶ τοὺς βοηθοὺς ἥκειν — 接続詞 πρίν はここでは不定法 ἥκειν を伴い、「〜する前に」を表す。οἱ は三人称単数の間接再帰代名詞(与格)で、ここではクレオンを指し、「彼のもとに(援軍が来る前に)」という方向、あるいは「彼の(援軍)」という所有的なニュアンスを表す関係の与格として機能している。
  3. 5.10.4τὰ γυμνὰ πρὸς τοὺς πολεμίους δούς — 直訳は「裸の部分を敵に与えて」。重装歩兵は左腕に盾を装備するため、右側面が無防備な側(τὰ γυμνά)となる。右翼を旋回させて撤退する際、敵に対してこの無防備な右側面を晒してしまう軍事上の失策を表している。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §5.10.1-5.10.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.10.1-5.10.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。