§4.95.1‘ὦ Ἀθηναῖοι, δι’ ὀλίγου μὲν ἡ παραίνεσις γίγνεται, τὸ ἴσον δὲ πρός γε τοὺς ἀγαθοὺς ἄνδρας δύναται καὶ ὑπόμνησιν μᾶλλον ἔχει ἢ ἐπικέλευσιν.
「アテナイの人々よ、激励の言葉は手短になされるが、それは勇敢な人々に対しては(長大な演説と)等しい力を持ち、命令というよりはむしろ想起を促すものである。
§4.95.2παραστῇ δὲ μηδενὶ ὑμῶν ὡς ἐν τῇ ἀλλοτρίᾳ οὐ προσῆκον τοσόνδε κίνδυνον ἀναρριπτοῦμεν.
また、あなたがたの誰一人として、他国の土地にいるからといって、不当にもこれほどの危険を冒しているのだ、などと思ってはならない。
ἐν γὰρ τῇ τούτων ὑπὲρ τῆς ἡμετέρας ὁ ἀγὼν ἔσται·
なぜなら、彼らの土地における戦いは、我々の土地のための戦いとなるからである。
καὶ ἢν νικήσωμεν, οὐ μή ποτε ὑμῖν Πελοποννήσιοι ἐς τὴν χώραν ἄνευ τῆς τῶνδε ἵππου ἐσβάλωσιν, ἐν δὲ μιᾷ μάχῃ τήνδε τε προσκτᾶσθε καὶ ἐκείνην μᾶλλον ἐλευθεροῦτε.
そして、もし我々が勝利するならば、ペロポネソス人が彼らの騎兵を伴わずにあなたがたの国土に侵入することは決してないであろう。 ただ一回の戦いによって、あなたがたはこの地を手に入れると同時に、あの地をよりいっそう自由にするのである。
§4.95.3χωρήσατε οὖν ἀξίως ἐς αὐτοὺς τῆς τε πόλεως, ἣν ἕκαστος πατρίδα ἔχων πρώτην ἐν τοῖς Ἕλλησιν ἀγάλλεται, καὶ τῶν πατέρων, οἳ τούσδε μάχῃ κρατοῦντες μετὰ Μυρωνίδου ἐν Οἰνοφύτοις τὴν Βοιωτίαν ποτὲ ἔσχον.
それゆえ、誰もがギリシア人の中で最も優れた祖国として誇るポリスにふさわしく、また、かつてミュロニデスとともにオイノフュタで彼らに戦闘で勝利し、ボイオティアを支配下に置いた父祖たちにふさわしく、敵に向かって進むのだ。
’
」