§4.95.1‘ὦ Ἀθηναῖοι, δι’ ὀλίγου μὲν ἡ παραίνεσις γίγνεται, τὸ ἴσον δὲ πρός γε τοὺς ἀγαθοὺς ἄνδρας δύναται καὶ ὑπόμνησιν μᾶλλον ἔχει ἢ ἐπικέλευσιν.
“雅典人啊,我的劝勉虽然简短,但对于勇敢的人来说具有同样的力量,而且它更多的是一种提醒,而不是督促。
§4.95.2παραστῇ δὲ μηδενὶ ὑμῶν ὡς ἐν τῇ ἀλλοτρίᾳ οὐ προσῆκον τοσόνδε κίνδυνον ἀναρριπτοῦμεν.
你们中不要有人认为,我们在他人的土地上是不当地去冒如此大的危险。
ἐν γὰρ τῇ τούτων ὑπὲρ τῆς ἡμετέρας ὁ ἀγὼν ἔσται· καὶ ἢν νικήσωμεν, οὐ μή ποτε ὑμῖν Πελοποννήσιοι ἐς τὴν χώραν ἄνευ τῆς τῶνδε ἵππου ἐσβάλωσιν, ἐν δὲ μιᾷ μάχῃ τήνδε τε προσκτᾶσθε καὶ ἐκείνην μᾶλλον ἐλευθεροῦτε.
因为在他们土地上的斗争将是为了我们自己的土地;如果我们获胜,伯罗奔尼撒人若没有这些人的骑兵协助,就绝不会再侵入你们的国土,并且仅凭这一场战斗,你们既能夺取这片土地,又能使那片土地更加自由。
§4.95.3χωρήσατε οὖν ἀξίως ἐς αὐτοὺς τῆς τε πόλεως, ἣν ἕκαστος πατρίδα ἔχων πρώτην ἐν τοῖς Ἕλλησιν ἀγάλλεται, καὶ τῶν πατέρων, οἳ τούσδε μάχῃ κρατοῦντες μετὰ Μυρωνίδου ἐν Οἰνοφύτοις τὴν Βοιωτίαν ποτὲ ἔσχον.
因此,要以配尊严于你们城邦的方式向他们进攻——这城邦是你们每个人都引以为傲、视作希腊首屈一指的祖国的——同时也配得上你们的父辈,他们曾于往昔在米罗尼德斯的率领下,在奥伊诺菲塔的战役中击败这些人,并占领了波奥蒂亚。
’
”