§4.8.1ἀναχωρησάντων δὲ τῶν ἐκ τῆς Ἀττικῆς Πελοποννησίων οἱ Σπαρτιᾶται αὐτοὶ μὲν καὶ οἱ ἐγγύτατα τῶν περιοίκων εὐθὺς ἐβοήθουν ἐπὶ τὴν Πύλον, τῶν δὲ ἄλλων Λακεδαιμονίων βραδυτέρα ἐγίγνετο ἡ ἔφοδος, ἄρτι ἀφιγμένων ἀφ’ ἑτέρας στρατείας.
ペロポネソス人たちがアッティカから撤退すると、スパルタ人自身とペリオイコイのうち最も近くに住む者たちは直ちにピュロスへと救援に向かったが、他のラケダイモン人たちの進軍は遅れた。 彼らは別の遠征から帰還したばかりだったからである。
§4.8.2περιήγγελλον δὲ καὶ κατὰ τὴν Πελοπόννησον βοηθεῖν ὅτι τάχιστα ἐπὶ Πύλον καὶ ἐπὶ τὰς ἐν τῇ Κερκύρᾳ ναῦς σφῶν τὰς ἑξήκοντα ἔπεμψαν, αἳ ὑπερενεχθεῖσαι τὸν Λευκαδίων ἰσθμὸν καὶ λαθοῦσαι τὰς ἐν Ζακύνθῳ Ἀττικὰς ναῦς ἀφικνοῦνται ἐπὶ Πύλον·
また、彼らはペロポネソス地方全体に、できるだけ速やかにピュロスへ救援に赴くよう触れを回した。 そしてコルキュラにある自分たちの六十隻の船のもとへ使者を送り、それらの船はレウカス地峡を越えて、ザキュントスにいるアテナイの船団に見つかることなくピュロスに到着した。
παρῆν δὲ ἤδη καὶ ὁ πεζὸς στρατός.
また、陸上部隊もすでに到着していた。
§4.8.3Δημοσθένης δὲ προσπλεόντων ἔτι τῶν Πελοποννησίων ὑπεκπέμπει φθάσας δύο ναῦς ἀγγεῖλαι Εὐρυμέδοντι καὶ τοῖς ἐν ταῖς ναυσὶν ἐν Ζακύνθῳ Ἀθηναίοις παρεῖναι ὡς τοῦ χωρίου κινδυνεύοντος.
デモステネスは、ペロポネソス人たちがまだ航行中であるうちに、先手を打って密かに二隻 of 船を送り出し、エウリュメドンとザキュントスの船団にいるアテナイ人たちに、この地が危機に瀕しているため救援に駆けつけるよう急報させた。
§4.8.4καὶ αἱ μὲν νῆες κατὰ τάχος ἔπλεον κατὰ τὰ ἐπεσταλμένα ὑπὸ Δημοσθένους·
そこで、船はデモステネスの命令に従って急ぎ出航した。
οἱ δὲ Λακεδαιμόνιοι παρεσκευάζοντο ὡς τῷ τειχίσματι προσβαλοῦντες κατά τε γῆν καὶ κατὰ θάλασσαν, ἐλπίζοντες ῥᾳδίως αἱρήσειν οἰκοδόμημα διὰ ταχέων εἰργασμένον καὶ ἀνθρώπων ὀλίγων ἐνόντων.
他方、ラケダイモン人たちは、急ごしらえで造られた建造物であり、しかも中にいる人間が少数であるため容易に攻略できると期待して、陸と海から砦を攻撃しようと準備を整えた。
§4.8.5προσδεχόμενοι δὲ καὶ τὴν ἀπὸ τῆς Ζακύνθου τῶν Ἀττικῶν νεῶν βοήθειαν ἐν νῷ εἶχον, ἢν ἄρα μὴ πρότερον ἕλωσι, καὶ τοὺς ἔσπλους τοῦ λιμένος ἐμφάρξαι, ὅπως μὴ ᾖ τοῖς Ἀθηναίοις ἐφορμίσασθαι ἐς αὐτόν.
さらに、彼らはザキュントスからのアテナイ船団の救援をも予期しており、もしそれまでに砦を奪取できなければ、アテナイ人が港内に停泊できぬよう、港の入り口を封鎖することも計画していた。
§4.8.6ἡ γὰρ νῆσος ἡ Σφακτηρία καλουμένη τόν τε λιμένα παρατείνουσα καὶ ἐγγὺς ἐπικειμένη ἐχυρὸν ποιεῖ καὶ τοὺς ἔσπλους στενούς, τῇ μὲν δυοῖν νεοῖν διάπλουν κατὰ τὸ τείχισμα τῶν Ἀθηναίων καὶ τὴν Πύλον, τῇ δὲ πρὸς τὴν ἄλλην ἤπειρον ὀκτὼ ἢ ἐννέα·
というのも、スファクテリアと呼ばれる島が港の前面に長く横たわり、間近に迫っているため、港を安全なものにし、その入り口を狭くしているからである。 アテナイの砦およびピュロスに面した一方の入り口は船二隻が通れる幅であり、他方の対岸の陸地に面した入り口は八ないし九隻分の幅であった。
ὑλώδης τε καὶ ἀτριβὴς πᾶσα ὑπ’ ἐρημίας ἦν καὶ μέγεθος περὶ πέντε καὶ δέκα σταδίους μάλιστα.
島は全体が木に覆われ、無人であるため踏み分けられた道もなく、その長さは最大でおよそ十五スタディオンほどであった。
§4.8.7τοὺς μὲν οὖν ἔσπλους ταῖς ναυσὶν ἀντιπρῴροις βύζην κλῄσειν ἔμελλον·
そこで彼らは、船の舳先を並べて港の入り口をぎっしりと封鎖するつもりであった。
τὴν δὲ νῆσον ταύτην φοβούμενοι μὴ ἐξ αὐτῆς τὸν πόλεμον σφίσι ποιῶνται, ὁπλίτας διεβίβασαν ἐς αὐτὴν καὶ παρὰ τὴν ἤπειρον ἄλλους ἔταξαν.
また、この島については、敵がそこを拠点にして自分たちに戦いを仕掛けてくることを恐れ、重装歩兵を島に渡らせ、また対岸の大陸沿岸にも別の部隊を配置した。
§4.8.8οὕτω γὰρ τοῖς Ἀθηναίοις τήν τε νῆσον πολεμίαν ἔσεσθαι τήν τε ἤπειρον, ἀπόβασιν οὐκ ἔχουσαν (τὰ γὰρ αὐτῆς τῆς Πύλου ἔξω τοῦ ἔσπλου πρὸς τὸ πέλαγος ἀλίμενα ὄντα οὐχ ἕξειν ὅθεν ὁρμώμενοι ὠφελήσουσι τοὺς αὑτῶν) σφεῖς δὲ ἄνευ τε ναυμαχίας καὶ κινδύνου ἐκπολιορκήσειν τὸ χωρίον κατὰ τὸ εἰκός, σίτου τε οὐκ ἐνόντος καὶ δι’ ὀλίγης παρασκευῆς κατειλημμένον.
そうすれば、アテナイ人にとっては、島も敵地となり、上陸する場所のない大陸側も敵地となるはずであった(ピュロス自体の、港の入り口の外側の外海に面した部分は港がなく、アテナイ人がそこを拠点として味方を支援できる場所を持たないからである)。 そして自分たちは、海戦を交えることも危険を冒すこともなく、食糧もなくわずかな備えだけで占拠されたその場所を、道理上、包囲して降伏させることができるだろうと考えたのである。
§4.8.9ὡς δ’ ἐδόκει αὐτοῖς ταῦτα, καὶ διεβίβαζον ἐς τὴν νῆσον τοὺς ὁπλίτας ἀποκληρώσαντες ἀπὸ πάντων τῶν λόχων.
この方針が決定すると、彼らはすべての部隊から抽選で選び出した重装歩兵を島へと渡らせた。
καὶ διέβησαν μὲν καὶ ἄλλοι πρότερον κατὰ διαδοχήν, οἱ δὲ τελευταῖοι καὶ ἐγκαταληφθέντες εἴκοσι καὶ τετρακόσιοι ἦσαν καὶ Εἵλωτες οἱ περὶ αὐτούς·
以前にも交代で他の者たちが渡っていたが、最後に渡って、最終的に取り残されることになった者は四百二十名であり、その周りには従卒のヘイロタイたちがいた。
ἦρχε δὲ αὐτῶν Ἐπιτάδας ὁ Μολόβρου.
彼らを指揮していたのはモロブロスの子エピタダスであった。