§4.8.1ἀναχωρησάντων δὲ τῶν ἐκ τῆς Ἀττικῆς Πελοποννησίων οἱ Σπαρτιᾶται αὐτοὶ μὲν καὶ οἱ ἐγγύτατα τῶν περιοίκων εὐθὺς ἐβοήθουν ἐπὶ τὴν Πύλον, τῶν δὲ ἄλλων Λακεδαιμονίων βραδυτέρα ἐγίγνετο ἡ ἔφοδος, ἄρτι ἀφιγμένων ἀφ’ ἑτέρας στρατείας.
当佩洛蓬涅苏斯人从阿提卡撤退时,斯巴达人自己以及最邻近的边区居民立即前往皮洛斯增援,而其余拉刻代蒙人的进军则较为缓慢,因为他们刚从另一次征伐中归来。
§4.8.2περιήγγελλον δὲ καὶ κατὰ τὴν Πελοπόννησον βοηθεῖν ὅτι τάχιστα ἐπὶ Πύλον καὶ ἐπὶ τὰς ἐν τῇ Κερκύρᾳ ναῦς σφῶν τὰς ἑξήκοντα ἔπεμψαν, αἳ ὑπερενεχθεῖσαι τὸν Λευκαδίων ἰσθμὸν καὶ λαθοῦσαι τὰς ἐν Ζακύνθῳ Ἀττικὰς ναῦς ἀφικνοῦνται ἐπὶ Πύλον· παρῆν δὲ ἤδη καὶ ὁ πεζὸς στρατός.
他们还向整个佩洛蓬涅苏斯发出号召,要求尽可能快地前往皮洛斯增援,并派人去召集他们在克基拉的六十艘船只。 这些船只被拉着越过了雷夫卡斯地峡,并避开了在扎金索斯的雅典船只,抵达了皮洛斯;此时,陆军也已经到达了。
§4.8.3Δημοσθένης δὲ προσπλεόντων ἔτι τῶν Πελοποννησίων ὑπεκπέμπει φθάσας δύο ναῦς ἀγγεῖλαι Εὐρυμέδοντι καὶ τοῖς ἐν ταῖς ναυσὶν ἐν Ζακύνθῳ Ἀθηναίοις παρεῖναι ὡς τοῦ χωρίου κινδυνεύοντος.
德摩斯梯尼在佩洛蓬涅苏斯人还在航行前来时,便先发制人地秘密派出了两艘船只,去向欧里梅东以及在扎金索斯船上的雅典人报信,让他们赶来,因为该地已处于危险之中。
§4.8.4καὶ αἱ μὲν νῆες κατὰ τάχος ἔπλεον κατὰ τὰ ἐπεσταλμένα ὑπὸ Δημοσθένους· οἱ δὲ Λακεδαιμόνιοι παρεσκευάζοντο ὡς τῷ τειχίσματι προσβαλοῦντες κατά τε γῆν καὶ κατὰ θάλασσαν, ἐλπίζοντες ῥᾳδίως αἱρήσειν οἰκοδόμημα διὰ ταχέων εἰργασμένον καὶ ἀνθρώπων ὀλίγων ἐνόντων.
于是,那些船只按照德摩斯梯尼的指令火速航行;而拉刻代蒙人则准备从陆路和海路向该堡垒发起进攻,他们指望轻易拿下这个仓促建成且只有少数人防守的建筑物。
§4.8.5προσδεχόμενοι δὲ καὶ τὴν ἀπὸ τῆς Ζακύνθου τῶν Ἀττικῶν νεῶν βοήθειαν ἐν νῷ εἶχον, ἢν ἄρα μὴ πρότερον ἕλωσι, καὶ τοὺς ἔσπλους τοῦ λιμένος ἐμφάρξαι, ὅπως μὴ ᾖ τοῖς Ἀθηναίοις ἐφορμίσασθαι ἐς αὐτόν.
他们也预料到来自扎金索斯的雅典船只的救援,并计划着,如果他们没能在这之前夺取该地,就要封锁港口的入口,使雅典人无法在其中泊船。
§4.8.6ἡ γὰρ νῆσος ἡ Σφακτηρία καλουμένη τόν τε λιμένα παρατείνουσα καὶ ἐγγὺς ἐπικειμένη ἐχυρὸν ποιεῖ καὶ τοὺς ἔσπλους στενούς, τῇ μὲν δυοῖν νεοῖν διάπλουν κατὰ τὸ τείχισμα τῶν Ἀθηναίων καὶ τὴν Πύλον, τῇ δὲ πρὸς τὴν ἄλλην ἤπειρον ὀκτὼ ἢ ἐννέα·
因为被称为斯法克特里亚的岛屿横亘在港口外,并且紧邻着它,使得港口十分安全,其入口也很狭窄:在一侧,即靠近雅典人的堡垒和皮洛斯的地方,通道只容两艘船并排通过;而在另一侧,即靠近对岸大陆的地方,通道可容八九艘船。
ὑλώδης τε καὶ ἀτριβὴς πᾶσα ὑπ’ ἐρημίας ἦν καὶ μέγεθος περὶ πέντε καὶ δέκα σταδίους μάλιστα.
该岛因荒无人烟而满是树木且无路可走,长度大约最多有十五斯塔德。
§4.8.7τοὺς μὲν οὖν ἔσπλους ταῖς ναυσὶν ἀντιπρῴροις βύζην κλῄσειν ἔμελλον· τὴν δὲ νῆσον ταύτην φοβούμενοι μὴ ἐξ αὐτῆς τὸν πόλεμον σφίσι ποιῶνται, ὁπλίτας διεβίβασαν ἐς αὐτὴν καὶ παρὰ τὴν ἤπειρον ἄλλους ἔταξαν.
因此,他们打算用并排紧密排列、船首向外的船只来封锁港口入口;而由于担心敌人会以这个岛屿为基地对他们作战,他们将重装步兵运送到了岛上,并在大陆沿岸部署了其他士兵。
§4.8.8οὕτω γὰρ τοῖς Ἀθηναίοις τήν τε νῆσον πολεμίαν ἔσεσθαι τήν τε ἤπειρον, ἀπόβασιν οὐκ ἔχουσαν (τὰ γὰρ αὐτῆς τῆς Πύλου ἔξω τοῦ ἔσπλου πρὸς τὸ πέλαγος ἀλίμενα ὄντα οὐχ ἕξειν ὅθεν ὁρμώμενοι ὠφελήσουσι τοὺς αὑτῶν) σφεῖς δὲ ἄνευ τε ναυμαχίας καὶ κινδύνου ἐκπολιορκήσειν τὸ χωρίον κατὰ τὸ εἰκός, σίτου τε οὐκ ἐνόντος καὶ δι’ ὀλίγης παρασκευῆς κατειλημμένον.
因为这样一来,该岛和无法登陆的大陆对雅典人来说都将是敌对的(因为皮洛斯本身在入口外面向公海的部分没有港口,使他们没有可以作为基地来援助自己人的地方);而他们自己则可以在不经海战、不冒危险的情况下,按照常理通过围困来夺取该地,因为该地既无粮食,又是凭着简陋的装备被占领的。
§4.8.9ὡς δ’ ἐδόκει αὐτοῖς ταῦτα, καὶ διεβίβαζον ἐς τὴν νῆσον τοὺς ὁπλίτας ἀποκληρώσαντες ἀπὸ πάντων τῶν λόχων.
既然他们做出了这样的决定,便开始将重装步兵运送到岛上,这些兵士是从所有的连队中抽签选出的。
καὶ διέβησαν μὲν καὶ ἄλλοι πρότερον κατὰ διαδοχήν, οἱ δὲ τελευταῖοι καὶ ἐγκαταληφθέντες εἴκοσι καὶ τετρακόσιοι ἦσαν καὶ Εἵλωτες οἱ περὶ αὐτούς· ἦρχε δὲ αὐτῶν Ἐπιτάδας ὁ Μολόβρου.
此前虽有其他人轮流渡过去,但这最后渡过并最终被围困在那里的,有四百二十人,以及服侍他们的希洛人;他们的指挥官是莫洛布罗斯之子埃皮塔达斯。