§4.75.1τοῦ δ’ αὐτοῦ θέρους τῆς Ἀντάνδρου ὑπὸ τῶν Μυτιληναίων, ὥσπερ διενοοῦντο, μελλούσης κατασκευάζεσθαι, οἱ τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγοὶ Δημόδοκος καὶ Ἀριστείδης, ὄντες περὶ Ἑλλήσποντον (ὁ γὰρ τρίτος αὐτῶν Λάμαχος δέκα ναυσὶν ἐς τὸν Πόντον ἐσεπεπλεύκει) ὡς ᾐσθάνοντο τὴν παρασκευὴν τοῦ χωρίου καὶ ἐδόκει αὐτοῖς δεινὸν εἶναι μὴ ὥσπερ τὰ Ἄναια ἐπὶ τῇ Σάμῳ γένηται, ἔνθα οἱ φεύγοντες τῶν Σαμίων καταστάντες τούς τε Πελοποννησίους ὠφέλουν ἐς τὰ ναυτικὰ κυβερνήτας πέμποντες καὶ τοὺς ἐν τῇ πόλει Σαμίους ἐς ταραχὴν καθίστασαν καὶ τοὺς ἐξιόντας ἐδέχοντο·
同じ夏の間に、ミュティレネ人たちによって、彼らの目論見通りにアンタンドロスの防備が固められようとしていたため、徴金船を率いるアテナイの将軍たち、デモドコスとアリステイデスは、ヘレスポントス周辺に滞在していたが(彼らのうち三人目のラマコスは、十隻の船を率いてすでにポントスへと航行していた)、その場所の防備の準備を察知し、サモスに対するアナイアのようになりはしないかと、事態を深刻に受け止めた。 アナイアでは、サモスの亡命者たちが陣取って、ペロポネソス人たちに操舵手を送ってその海軍を援助し、市内のサモス人たちを混乱に陥れ、逃亡してくる者たちを受け入れていたのである。
οὕτω δὴ ξυναγείραντες ἀπὸ τῶν ξυμμάχων στρατιὰν καὶ πλεύσαντες, μάχῃ τε νικήσαντες τοὺς ἐκ τῆς Ἀντάνδρου ἐπεξελθόντας, ἀναλαμβάνουσι τὸ χωρίον πάλιν.
そこで、彼らは同盟軍から軍勢をかき集めて航行し、戦闘においてアンタンドロスから出撃してきた者たちを打ち破り、その地を再び奪還した。
§4.75.2καὶ οὐ πολὺ ὕστερον ἐς τὸν Πόντον ἐσπλεύσας Λάμαχος, ἐν τῇ Ἡρακλεώτιδι ὁρμίσας ἐς τὸν Κάλητα ποταμὸν ἀπόλλυσι τὰς ναῦς ὕδατος ἄνωθεν γενομένου καὶ κατελθόντος αἰφνιδίου τοῦ ῥεύματος·
それから間もなく、ポントスへと航行したラマコスは、ヘラクレア領内のカレス川に停泊していたが、上流で大雨が降り、急な洪水が押し流してきたために船をすべて失った。
αὐτὸς δὲ καὶ ἡ στρατιὰ πεζῇ διὰ Βιθυνῶν Θρᾳκῶν, οἵ εἰσι πέραν ἐν τῇ Ἀσίᾳ, ἀφικνεῖται ἐς Καλχηδόνα τὴν ἐπὶ τῷ στόματι τοῦ Πόντου Μεγαρέων ἀποικίαν.
彼自身と軍勢は、アジア側の対岸にあるビテュニア・トラキア人の土地を徒歩で経て、ポントスの入り口にあるメガラの植民市カルケドンへと到着した。