§4.69.1γνόντες δὲ οἱ τῶν Ἀθηναίων στρατηγοὶ ὅτι ἐναντίωμά τι ἐγένετο καὶ τὴν πόλιν βίᾳ οὐχ οἷοί τε ἔσονται λαβεῖν, τὴν Νίσαιαν εὐθὺς περιετείχιζον, νομίζοντες, εἰ πρὶν ἐπιβοηθῆσαί τινας ἐξέλοιεν, θᾶσσον ἂν καὶ §4.69.2τὰ Μέγαρα προσχωρῆσαι (παρεγένετο δὲ σίδηρός τε ἐκ τῶν Ἀθηνῶν ταχὺ καὶ λιθουργοὶ καὶ τἆλλα ἐπιτήδεια)·
アテナイ人の将軍たちは、何か妨げが生じたこと、そして力ずくではその市を占領できないであろうことを知ると、直ちにニサイアを包囲壁で囲み始めた。 もし誰かが救援に来る前にそこを攻め落せば、より速やかにメガラも降伏するだろうと考えたからである(なお、アテナイからは鉄器や石工、その他の必要資材が速やかに到着した)。
ἀρξάμενοι δ’ ἀπὸ τοῦ τείχους ὃ εἶχον καὶ διοικοδομήσαντες τὸ πρὸς Μεγαρέας, ἀπ’ ἐκείνου ἑκατέρωθεν ἐς θάλασσαν τῆς Νισαίας τάφρον τε καὶ τείχη διελομένη ἡ στρατιά, ἔκ τε τοῦ προαστείου λίθοις καὶ πλίνθοις χρώμενοι, καὶ κόπτοντες τὰ δένδρα καὶ ὕλην ἀπεσταύρουν εἴ πῃ δέοιτό τι·
彼らは自分たちが確保していた壁から着手し、メガラ市側に面する部分を遮断する壁を築いた。 そこからニサイアの両側を海に至るまで、軍隊は分担を決めて濠と壁を築き、郊外の建物から石や煉瓦を利用し、また樹木を切り倒して、必要に応じて杭を打ち込んで塞いだ。
καὶ αἱ οἰκίαι τοῦ προαστείου ἐπάλξεις λαμβάνουσαι αὐταὶ ὑπῆρχον ἔρυμα.
また、郊外の家々は、それ自体に胸壁が取り付けられて防壁となった。
§4.69.3καὶ ταύτην μὲν τὴν ἡμέραν ὅλην εἰργάζοντο· τῇ δὲ ὑστεραίᾳ περὶ δείλην τὸ τεῖχος ὅσον οὐκ ἀπετετέλεστο, καὶ οἱ ἐν τῇ Νισαίᾳ δείσαντες, σίτου τε ἀπορίᾳ (ἐφ’ ἡμέραν γὰρ ἐκ τῆς ἄνω πόλεως ἐχρῶντο) καὶ τοὺς Πελοποννησίους οὐ νομίζοντες ταχὺ ἐπιβοηθήσειν, τούς τε Μεγαρέας πολεμίους ἡγούμενοι, ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι ὅπλα παραδόντας, τοῖς δὲ Λακεδαιμονίοις, τῷ τε ἄρχοντι καὶ εἴ τις ἄλλος ἐνῆν, χρῆσθαι Ἀθηναίους ὅτι ἂν βούλωνται.
この日は丸一日作業に従事したが、翌日の夕方近くなると、壁はほとんど完成しかけていた。 そこでニサイアにいた者たちは、食糧の不足(というのも、彼らは日々の食糧を上の市から持ってきて使っていたからである)や、ペロポネソス人が速やかには救援に来ないと考えたこと、さらにメガラ人を敵とみなしたことから恐れを抱き、アテナイ人と合意に達した。 その条件は、武器を引き渡すこと、そして一人あたり一定の金額で解放されること、一方、ラケダイモン人(指揮官および他にいた者たち)については、アテナイ人が望むように処置すること、というものであった。
§4.69.4ἐπὶ τούτοις ὁμολογήσαντες ἐξῆλθον, καὶ οἱ Ἀθηναῖοι τὰ μακρὰ τείχη ἀπορρήξαντες ἀπὸ τῆς τῶν Μεγαρέων πόλεως καὶ τὴν Νίσαιαν παραλαβόντες τἆλλα παρεσκευάζοντο.
これらの条件に合意して彼らは退去し、アテナイ人は長城をメガラの市から切り離して破壊し、ニサイアを接収した上で、その他の準備を進めた。