§4.6.1οἱ δ’ ἐν τῇ Ἀττικῇ ὄντες Πελοποννήσιοι ὡς ἐπύθοντο τῆς Πύλου κατειλημμένης, ἀνεχώρουν κατὰ τάχος ἐπ’ οἴκου, νομίζοντες μὲν οἱ Λακεδαιμόνιοι καὶ Ἆγις ὁ βασιλεὺς οἰκεῖον σφίσι τὸ περὶ τὴν Πύλον· ἅμα δὲ πρῲ ἐσβαλόντες καὶ τοῦ σίτου ἔτι χλωροῦ ὄντος ἐσπάνιζον τροφῆς τοῖς πολλοῖς, χειμών τε ἐπιγενόμενος μείζων παρὰ τὴν καθεστηκυῖαν ὥραν ἐπίεσε τὸ στράτευμα. §4.6.2ὥστε πολλαχόθεν ξυνέβη ἀναχωρῆσαί τε θᾶσσον αὐτοὺς καὶ βραχυτάτην γενέσθαι τὴν ἐσβολὴν ταύτην· ἡμέρας γὰρ πέντε καὶ δέκα ἔμειναν ἐν τῇ Ἀττικῇ.
一方、アッティカにいたペロポネソス人たちは、ピュロスが占領されたことを知ると、急いで本国へ撤退した。ラケダイモン人たちと王アギスは、ピュロスをめぐる事態を自分たちに直接関わる重大な問題と考えたからである。同時に、彼らは早い時期に侵入したため、穀物がまだ青く、兵の大部分にとって食糧が不足しており、また、通常の季節に比して激しい悪天候が襲ってきて軍を苦しめた。このように多くの原因が重なったため、彼らはより早く撤退することになり、この侵入は最も短いものとなった。彼らがアッティカに滞在したのは十五日間にすぎなかったからである。